Τοῦ γενεθλίου τοῦ τιμίου καί ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου
Εἰς τὴν Λειτουργίαν
Ἐκ τοῦ κατὰ Λουκᾶν
α΄ 1 - 25,57 - 68,76 - 80
Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων, 2 καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, 3 ἔδοξε κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε, 4 ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν. 5 Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου τοῦ βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβιά, καὶ γυνὴ αὐτῷ ἐκ τῶν θυγατέρων Ἀαρών, καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ. 6 ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐναντίον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ Κυρίου ἄμεμπτοι. 7 καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ἡ Ἐλισάβετ ἦν στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν. 8 Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ Θεοῦ, 9 κατὰ τὸ ἔθος τῆς ἱερατείας ἔλαχε τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου· 10 καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος. 11 ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. 12 καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπ' αὐτόν. 13 εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· Μὴ φοβοῦ, Ζαχαρία· διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην· 14 καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γενέσει αὐτοῦ χαρήσονται. 15 ἔσται γὰρ μέγας ἐνώπιον τοῦ Κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ Πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ, 16 καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν. 17 καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον. 18 καὶ εἶπε Ζαχαρίας πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. 19 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· Ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρός σε καὶ εὐαγγελίσασθαί σοι ταῦτα. 20 καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ' ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν. 21 καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν αὐτόν ἐν τῷ ναῷ. 22 ἐξελθὼν δὲ οὐκ ἠδύνατο λαλῆσαι αὐτοῖς, καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενεν κωφός. 23 καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. 24 Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ· καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, 25 λέγουσα ὅτι οὕτω μοι πεποίηκεν ὁ Κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν τό ὄνειδός μου ἐν ἀνθρώποις. Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν. 58 καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνε Κύριος τὸ ἔλεος αὐτοῦ μετ' αὐτῆς, καὶ συνέχαιρον αὐτῇ. 59 Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν. 60 καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν· Οὐχί, ἀλλὰ κληθήσεται Ἰωάννης. 61 καὶ εἶπον πρὸς αὐτὴν ὅτι Οὐδείς ἐστιν ἐν τῇ συγγενείᾳ σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ· 62 ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτόν. 63 καὶ αἰτήσας πινακίδιον ἔγραψε λέγων· Ἰωάννης ἐστὶ τὸ ὄνομα αὐτοῦ· καὶ ἐθαύμασαν πάντες. 64 ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν Θεόν. 65 καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα, 66 καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν, λέγοντες· Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ χεὶρ Κυρίου ἦν μετ' αὐτοῦ. 67 Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη Πνεύματος ἁγίου καὶ προεφήτευσε λέγων· 68 Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ. 76 Καὶ σὺ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ, 77 τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν 78 διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους 79 ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης. 80 Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.

ΕΡΜΗΝΕΙΑ (κ. Παναγιώτη Τρεμπέλα)
Ἔπειδή, ὅπως εἶναι γνωστό, πολλοί ἀποπειράθηκαν νά συντάξουν διήγηση γιά τά γεγονότα καί τίς διδασκαλίες πού ἐμεῖς οἱ πιστοί γνωρίζουμε μέ βεβαιότητα,
2 ὅπως μᾶς τά παρέδωσαν μέ τήν προφορική τους διδασκαλία ἐκεῖνοι πού ἀπό τήν ἀρχή τοῦ μεσσιακοῦ ἔργου τοῦ Σωτῆρος ἔγιναν αὐτόπτες μάρτυρες τοῦ Ἰησοῦ Χριστοῦ καί ὑπηρέτες τοῦ κηρύγματός του,
3 γι’ αὐτό κι ἐγώ, πού ἔχω ἐξετάσει καί παρακολουθήσει μέ προσοχή καί ἀκρίβεια ἀπό τήν ἀρχή ὅλα ὅσα σχετίζονται μέ τό εὐαγγέλιο, θεώρησα καλό νά σοῦ τά γράψω αὐτά μέ τή σειρά τους, ἐκλαμπρότατε Θεόφιλε,
4 γιά νά γνωρίσεις μέ σαφήνεια καί μέ ἀκρίβεια τήν αὐθεντική καί ἀδιαμφισβήτητη ἀλήθεια τῶν λόγων τῆς πίστεως πού προφορικά διδάχθηκες.
5 Τήν ἐποχή πού στήν Ἰουδαία ἦταν βασιλιάς ὁ Ἡρώδης, ζοῦσε κάποιος ἱερεύς πού λεγόταν Ζαχαρίας, ἀπό τήν τάξη τῶν λειτουργῶν τοῦ ναοῦ ἡ ὁποία καταγόταν ἀπό τόν ἱερέα Ἀβιά. Καί ἡ γυναίκα του ἦταν ἀπό τούς ἀπογόνους τοῦ Ἀαρών, καί τό ὄνομά της ἦταν Ἐλισάβετ.
6 Καί οἱ δύο ἦταν ἐνάρετοι ἔναντι τοῦ Θεοῦ, ὁ ὁποῖος ἐρευνᾶ καί γνωρίζει τίς καρδιές ὅλων, καί πορεύονταν σύμφωνα μέ ὅλες γενικά τίς ἐντολές καί τά παραγγέλματα τοῦ Κυρίου. Ἦταν ἄμεμπτοι σέ ὅλα καί ἐλεύθεροι ἀπό κάθε σοβαρή παρεκτροπή.
7 Δέν εἶχαν ὅμως παιδί, διότι ἡ Ἐλισάβετ ἦταν στείρα.Καί ἐπιπλέον βρίσκονταν καί οἱ δύο σέ ἀρκετά προχωρημένη ἡλικία.
8 Ὅταν λοιπόν ἦρθε ἡ σειρά νά ἐφημερεύσει ἡ τάξη καί ἡ οἰκογένεια τῶν ἱερέων στήν ὁποία ἀνῆκε ὁ Ζαχαρίας, κι ἐνῶ αὐτός τελοῦσε ἐνώπιον τοῦ Θεοῦ τήν ἱερατική του λειτουργία, συνέβη τό ἑξῆς:
9 Σύμφωνα μέ τή συνήθεια πού ἐπικρατοῦσε τότε στό ἱερατεῖο, νά ἐκλέγεται δηλαδή μέ κλῆρο ὁ ἱερεύς πού θά πρόσφερε τό θυμίαμα, ἔπεσε στόν Ζαχαρία ὁ κλῆρος νά μπεῖ στό ναό τοῦ Κυρίου καί νά προσφέρει θυμίαμα στό θυσιαστήριο τῶν θυμιαμάτων.
10 Στό μεταξύ ὅλο τό πλῆθος τοῦ λαοῦ βρισκόταν συναθροισμένο καί προσευχόταν ἔξω, στό προαύλιο τοῦ ναοῦ, τήν ὥρα πού καιγόταν τό θυμίαμα.
11 Τότε τοῦ ἐμφανίστηκε ἄγγελος Κυρίου, ὁ ὁποῖος στεκόταν στά δεξιά τοῦ θυσιαστηρίου, πάνω στό ὁποῖο καιγόταν τό θυμίαμα.
12 Κι ὅταν τόν εἶδε ὁ Ζαχαρίας, ταράχθηκε καί κυριεύθηκε ἀπό φόβο.
13 Ὁ ἄγγελος ὅμως τοῦ εἶπε: Μή φοβᾶσαι, Ζαχαρία, ἀλλά νά χαίρεσαι, διότι εἰσακούσθηκε ἀπό τόν Θεό ἡ δέησή σου πού πολλές φορές ἕως τώρα ἔκανες. Ἡ γυναίκα σου ἡ Ἐλισάβετ θά σοῦ γεννήσει ἕνα ἀγόρι, καί θά τοῦ δώσεις τό ὄνομα Ἰωάννης.
14 Θά νιώσεις χαρά καί ἀγαλλίαση· καί πολλοί, ὅταν θ’ ἀκούσουν τό προφητικό κήρυγμά του, θά χαροῦν γιά τή γέννησή του.
15 Ἡ γέννησή του θά φέρει τόση μεγάλη χαρά, διότι ὁ ἄνθρωπος αὐτός θά εἶναι πραγματικά μεγάλος καί ἀναγνωρισμένος ἀπό τόν ἴδιο τόν Κύριο. Δέν θά πιεῖ κρασί ἤ ἄλλο μεθυστικό ποτό. Καί θά εἶναι γεμάτος μέ τά χαρίσματα τοῦ Ἁγίου Πνεύματος ἀπό τόν καιρό ἀκόμη πού θά εἶναι στήν κοιλιά τῆς μητέρας του.
16 Καί θά κάνει πολλούς ἀπ’ τούς ἀπογόνους τοῦ Ἰσραήλ πού ἔχουν ἀποπλανηθεῖ καί ἀπομακρυνθεῖ ἀπό τόν Θεό μέ τίς ἁμαρτίες τους νά ἐπιστρέψουν μέ τή μετάνοια στόν ἐνανθρωπήσαντα Κύριο, τόν Θεό τους.
17 Αὐτός θά προπορευθεῖ ἀπό τήν ἔλευση τοῦ Θεανθρώπου Μεσσία ἔχοντας τό ἴδιο προφητικό χάρισμα τοῦ Πνεύματος καί τήν ἴδια παρρησία καί δυναμική δράση πού εἶχε καί ὁ Ἠλίας. Καί θά τά χρησιμοποιεῖ αὐτά γιά νά ξαναγυρίσει στά παιδιά τίς καρδιές τῶν πατέρων πού ψυχράνθηκαν καί ἔχασαν κι αὐτή τή φυσική τους στοργή, καί νά θερμάνει ἔτσι καί νά σφίξει στενότερα τούς οἰκογενειακούς δεσμούς· κι ἀκόμη γιά νά ἐπαναφέρει τούς ἀπείθαρχους καί δύστροπους καί νά τούς κάνει νά ἀποκτήσουν τίς σκέψεις καί τό φρόνημα τῶν δικαίων καί νά γίνουν ἐνάρετοι. Καί ἔτσι νά ἑτοιμάσει γιά τόν Κύριο ἕνα λαό θρησκευτικῶς καί ἠθικῶς προετοιμασμένο νά τόν ὑποδεχθεῖ καί νά τόν ἐγκολπωθεῖ ὡς Σωτήρα του.
18 Εἶπε τότε ὁ Ζαχαρίας στόν ἄγγελο: Μέ ποιό σημάδι θά βεβαιωθῶ γι’ αὐτό πού μοῦ λές; Αὐτό μοῦ φαίνεται ἀπίθανο καί ἀπίστευτο, διότι ἐγώ εἶμαι γέρος καί ἡ γυναίκα μου εἶναι περασμένης ἡλικίας.
19 Τότε ὁ ἄγγελος τοῦ ἀποκρίθηκε: Ἐγώ εἶμαι ὁ ἀρχάγγελος Γαβριήλ, πού παραστέκομαι μπροστά στό Θεό γιά νά τόν ὑπηρετῶ μαζί μέ τούς ἄλλους ἀρχαγγέλους του. Καί μέ ἔστειλε ὁ Θεός νά σοῦ μιλήσω καί νά σοῦ φέρω τή χαρμόσυνη αὐτή εἴδηση.
20 Ἀλλά ἀφοῦ ζητᾶς σημάδι, ἰδού τό ἔχεις, ὄχι ὅμως ὅπως τό θέλεις: Θά χάσεις τή λαλιά σου καί δέν θά μπορεῖς νά μιλήσεις μέχρι τήν ἡμέρα πού θά γίνουν αὐτά, δηλαδή μέχρι τή γέννηση τοῦ παιδιοῦ καί τήν ὀνομασία του. Θά ἔχεις τήν τιμωρία αὐτή, ἐπειδή δέν πίστεψες στά λόγια μου, τά ὁποῖα θά πραγματοποιηθοῦν ὁλοκληρωτικά στήν ὥρα τους.
21 Ὁ λαός στό μεταξύ ἐξακολουθοῦσε νά περιμένει τόν Ζαχαρία. Κι ὅλοι ἀποροῦσαν, γιατί αὐτός ἔμενε πολλή ὥρα μέσα στό ναό κι ἀργοῦσε νά βγεῖ.
22 Ἀλλά κι ὅταν βγῆκε ἀπό τό θυσιαστήριο, δέν μποροῦσε νά τούς μιλήσει καί ν’ ἀπαντήσει σ’ ὅσους τόν ρωτοῦσαν γιά τήν ἀργοπορία του. Καί κατάλαβαν ὅτι μέσα στό ναό εἶχε δεῖ κάποια ὀπτασία. Κι αὐτός ἐξακολουθοῦσε νά συνεννοεῖται μ’ αὐτούς μέ νεύματα, καί παρέμενε κουφός καί ἄλαλος.
23 Κι ὅταν συμπληρώθηκαν οἱ ἡμέρες τῆς ἑβδομάδος ἐκείνης πού εἶχε τό καθῆκον νά λειτουργεῖ στό ναό, ἔφυγε ἀπό τά Ἱεροσόλυμα καί πῆγε στό σπίτι του.
24 Ὕστερα λοιπόν ἀπό τίς ἡμέρες αὐτές ἔμεινε ἔγκυος ἡ σύζυγός του ἡ Ἐλισάβετ, καί ἐπί πέντε μῆνες ἀπό συστολή ἔκρυβε μέ ἐπιμέλεια τήν ἐγκυμοσύνη της.
25 Ὅταν ὅμως πλέον δέν μποροῦσε νά κρυφτεῖ, ἔλεγε σ’ αὐτούς πού ἤθελαν νά τήν συγχαροῦν: μοῦ ἔκανε αὐτό τό καλό ὁ Θεός ἔτσι, σέ περασμένη ἡλικία, τίς ἡμέρες αὐτές πού ἐπέβλεψε μέ εὐμένεια σέ μένα γιά νά μοῦ ἀφαιρέσει τή ντροπή πού ἔνιωθα ἀνάμεσα στούς ἀνθρώπους ἐξαιτίας τῆς στειρότητας καί τῆς ἀτεκνίας μου.
57 Ὅταν λοιπόν συμπληρώθηκε ὁ χρόνος τῶν ἐννέα μηνῶν γιά νά γεννήσει ἡ Ἐλισάβετ, γέννησε ἀγόρι.
58 Κι ἄκουσαν οἱ γείτονές της καί οἱ συγγενεῖς της ὅτι ὁ Κύριος ἔδειξε μεγάλο καί θαυμαστό τό ἔλεός του σ’ αὐτήν, ἀφοῦ τῆς ἔδωσε παιδί σέ τόσο προχωρημένη ἡλικία. Καί χαίρονταν κι αὐτοί μαζί της.
59 Κι ὅταν τό παιδί ἔγινε ὀκτώ ἡμερῶν ἦλθαν πάλι οἱ συγγενεῖς καί οἱ γείτονες γιά νά τοῦ κάνουν περιτομή. Καί ὑπολόγιζαν νά τό ὀνομάσουν μέ τό ὄνομα τοῦ πατέρα του, δηλαδή Ζαχαρία.
60 Ἀλλά ἡ μητέρα τοῦ παιδιοῦ, φωτισμένη ἀπό τό Πνεῦμα τοῦ Θεοῦ, πῆρε τό λόγο καί εἶπε: Ὄχι. Δέν θά ὀνομασθεῖ Ζαχαρίας, ἀλλά Ἰωάννης.
61 Ἐκεῖνοι ὅμως τῆς εἶπαν: δέν ὑπάρχει κανένας στήν οἰκογένειά σου πού νά ἔχει αὐτό τό ὄνομα.
62 Ρωτοῦσαν λοιπόν μέ νοήματα τόν πατέρα του σάν τί ὄνομα ἤθελε νά δώσει στό παιδί.
63 Κι ἐκεῖνος, ἀφοῦ ζήτησε ἕνα μικρό πίνακα, ἔγραψε αὐτές ἀκριβῶς τίς λέξεις: Ἰωάννης εἶναι τό ὄνομά του. Κι ὅλοι ἀπόρησαν καί θαύμασαν γιά τήν παράδοξη αὐτή συμφωνία τοῦ Ζαχαρία μέ τήν Ἐλισάβετ.
64 Ἄνοιξε τότε ἀμέσως τό στόμα τοῦ Ζαχαρία καί λύθηκε ἡ γλώσσα του καί μιλοῦσε πλέον ἐλεύθερα δοξάζοντας καί ἀνυμνώντας τόν Θεό.
65 Κι ἀπ’ τό θαῦμα αὐτό ὅλοι ὅσοι κατοικοῦσαν ἐκεῖ τριγύρω κυριεύθηκαν ἀπό φόβο. Καί σ’ ὁλόκληρη τήν ὀρεινή περιοχή τῆς Ἰουδαίας διαδόθηκαν ὅλα αὐτά τά γεγονότα πού ἀναφέρονταν στήν ὀνομασία τοῦ παιδιοῦ καί στή θαυμαστή θεραπεία τῆς ἀφωνίας τοῦ πατέρα του.
66 Κι ὅσοι τά ἄκουσαν, τά ἔβαλαν μέσα στήν καρδιά τους καί τά χάραξαν βαθιά στή μνήμη τους λέγοντας: Τί ἄραγε θά γίνει τό παιδί αὐτό, στό ὁποῖο ἡ πρόνοια τοῦ Θεοῦ φανερώθηκε τόσο θαυμαστή, ὕστερα μάλιστα ἀπ’ ὅλα αὐτά πού ἔγιναν στή γέννησή του; Καί πράγματι τό προστατευτικό χέρι τοῦ Κυρίου ἦταν μαζί του.
67 Ὁ Ζαχαρίας τότε, ὁ πατέρας του, πλημμύρισε μέ Πνεῦμα Ἅγιον καί προφήτευσε τήν ἔλευση τοῦ Μεσσία καί τήν ἀποστολή τοῦ παιδιοῦ μέ τά ἑξῆς λόγια:
68 Ἄς εἶναι εὐλογημένος καί δοξασμένος ὁ Κύριος, πού ὀνομάζεται Θεός τοῦ Ἰσραήλ διότι ἀπ’ ὅλα τά ἔθνη μόνο οἱ Ἰσραηλίτες τόν γνώρισαν καί τόν λάτρευσαν. Ἄς εἶναι δοξασμένος, διότι ἐπισκέφθηκε τό λαό του καί τόν ἀπελευθέρωσε ἀπ’ τούς ὁρατούς καί ἀόρατους ἐχθρούς.
76 Καί σύ, παιδί μου, θά ἀναδειχθεῖς καί θά ἀναγνωρισθεῖς προφήτης τοῦ ὑψίστου Θεοῦ. Διότι θά προπορευθεῖς μπροστά ἀπό τόν ἐνανθρωπήσαντα Κύριο γιά νά ἑτοιμάσεις τούς δρόμους μέσα ἀπ’ τούς ὁποίους θά πλησιάσει τόν καθένα ξεχωριστά ἀπ’ τούς ἀνθρώπους γιά νά τούς ὁδηγήσει στή σωτηρία.
77 Καί θά προετοιμάσεις τό ἔργο τοῦ Κυρίου γνωστοποιώντας στό λαό τοῦ Θεοῦ μέ τό κήρυγμά σου τόν Σωτήρα πού θά ἔλθει στόν κόσμο καί τή σωτηρία πού θά φέρει. Καί θά φέρει τή σωτηρία αὐτή ὄχι μέ ἐθνικές καί πολιτικές ἐπιτυχίες καί ἀπελευθερώσεις, ἀλλά μέ τήν ἄφεση τῶν ἁμαρτιῶν τοῦ λαοῦ.
78 Θά μᾶς τήν προσφέρει ὄχι γιά τά δικά μας ἐνάρετα ἔργα, ἀλλά ἐπειδή ἡ εὐσπλαχνία τοῦ Θεοῦ μας εἶναι γεμάτη ἔλεος καί συμπάθεια. Ἐπειδή λοιπόν ὁ Θεός ἔχει τόσο μεγάλη εὐσπλαχνία, μᾶς ἐπισκέφθηκε ἀπό τόν οὐρανό λαμπρή καί θεία ἀνατολή, ὁ ἥλιος τῆς δικαιοσύνης πού κατέβηκε ἀπό τόν οὐρανό, ὁ Χριστός.
79 Καί ἦλθε ἡ οὐράνια αὐτή ἀνατολή γιά νά φωτίσει ἐκείνους πού κάθονται σάν αἰχμάλωτοι καί ἀπελπισμένοι στό σκοτάδι τῆς πλάνης καί τῆς ἀσέβειας καί στή σκιά τῆς ἁμαρτίας καί τοῦ θανάτου· καί νά ἐνδυναμώσει τή θέλησή μας, πού ἐξασθένησε ἐξαιτίας τῆς ἁμαρτίας, ὥστε ἡ ζωή μας ὁλόκληρη νά μπεῖ σταθερά στόν ἴσιο δρόμο πού ὁδηγεῖ μέ ἀσφάλεια στήν εἰρήνη πού δίνει ὁ Θεός καί στήν αἰώνια σωτηρία.
80 Στό μεταξύ τό παιδί μεγάλωνε σωματικά, καί οἱ πνευματικές του δυνάμεις ἰσχυροποιοῦνταν κάτω ἀπό τόν φωτισμό καί τήν ἐνίσχυση τοῦ Ἁγίου Πνεύματος. Κι ἔμενε στίς ἐρημιές ζώντας μακριά ἀπό τούς θορύβους τοῦ κόσμου μέχρι τήν ἡμέρα πού εἶχε ὁρίσει ἡ θεία πρόνοια νά φανερωθεῖ καί νά ἀναδειχθεῖ ὡς προφήτης καί ἀπεσταλμένος τοῦ Θεοῦ στόν ἰσραηλιτικό λαό.
(Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ - ΜΕ ΣΥΝΤΟΜΗ ΕΡΜΗΝΕΙΑ - ΕΚΔΟΣΙΣ «ΑΔΕΛΦΟΤΗΣ ΘΕΟΛΟΓΩΝ “Ο ΣΩΤΗΡ”»)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου