Πέμπτη 24 Ιανουαρίου 2019

Αγιογραφικό ανάγνωσμα


Ἐκ τοῦ κατὰ Ματθαῖον 
θ΄ 27 - 35 
Τῷ καιρῷ ἐκείνῳ παράγοντι τῷ Ἰησοῦ ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· Ἐλέησον ἡμᾶς, υἱὲ Δαυῒδ. 28ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῷ· Ναί, Κύριε. 29τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. 30καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί· καὶ ἐνεβριμήσατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· Ὁρᾶτε μηδεὶς γινωσκέτω. 31οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ. 32Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον· 33καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός. καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες, Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ. 34οἱ δὲ Φαρισαῖοι ἔλεγον· Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. 35Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. 

Νεοελληνική απόδοση:
Ὅταν ὁ Ἰησοῦς ἐπροχώρησε ἀπὸ ἐκεῖ, τὸν ἀκολούθησαν δύο τυφλοί, οἱ ὁποίοι ἐφώναζαν, «Ἐλέησέ μας, υἱὲ τοῦ Δαυΐδ». Μόλις δὲ ἔφθασε εἰς τὸ σπίτι, ἦλθαν εἰς αὐτὸν οἱ τυφλοὶ καὶ ὁ Ἰησοῦς τοὺς λέγει, «Πιστεύετε ὅτι ἔχω τὴν δύναμιν νὰ κάνω αὐτὸ ποὺ ζητᾶτε;». Λέγουν εἰς αὐτόν, «Ναὶ, Κύριε». Τότε ἄγγιξε τὰ μάτια τους καὶ εἶπε, «Σύμφωνα μὲ τὴν πίστιν σας, ἂς γίνῃ». Καὶ ἄνοιξαν τὰ μάτια τους καὶ εἰς αὐστηρὸ τόνο τοὺς παρήγγειλε ὁ Ἰησοῦς καὶ τοὺς εἶπε, «Προσέχετε, κανεὶς νὰ μὴν τὸ μάθῃ». Αὐτοὶ ὅμως μόλις ἐβγῆκαν, τὸν διεφήμισαν εἰς ὅλην τὴν χώραν ἐκείνη. Ἐνῷ αὐτοὶ ἔβγαιναν, τοὺς ἔφεραν ἕναν ἄνθρωπον βωβὸν δαιμονισμένον. Καὶ ἀφοῦ τὸ δαιμόνιον ἐκδιώχθηκε, ἐμίλησε ὁ βωβός. Καὶ ἐθαύμασε ὁ κόσμος καὶ ἔλεγεν, "Τέτοια πράγματα δὲν ἐφάνησαν ποτὲ εἰς τὸ Ἰσραήλ". [Οἱ δὲ Φαρισαῖοι ἔλεγαν, «Εἰς τὸ ὄνομα τοῦ ἄρχοντος τῶν δαιμονίων βγάζει δαιμόνια»]. Καὶ περιήρχετο ὁ Ἰησοῦς ὅλας τὰς πόλεις καὶ τὰ χωριὰ καὶ ἐδίδασκε εἰς τὰς συναγωγάς των καὶ ἐκήρυττε τὸ εὐαγγέλιον περὶ τῆς βασιλείας καὶ ἐθεράπευε κάθε ἀσθένειαν καὶ κάθε ἀδυναμίαν τοῦ λαοῦ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου