Δευτέρα 28 Ιανουαρίου 2019

Αγιογραφικό ανάγνωσμα


Ἐκ τοῦ κατὰ Μάρκον 
ιβ΄ 13 - 17 
Τῷ καιρῷ ἐκείνῳ, ἀποστέλλουσι πρὸς τὸν Ἰησοῦν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσι λόγῳ. οἱ δὲ ἐλθόντες λέγουσιν αὐτῷ· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ' ἐπ' ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις. εἶπον οὖν ἡμῖν· ἔξεστι δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; δῶμεν ἢ μὴ δῶμεν; ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς· Τί με πειράζετε; φέρετέ μοι δηνάριον ἵνα ἴδω. οἱ δὲ ἤνεγκαν. καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; οἱ δὲ εἶπον· Καίσαρος. καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. καὶ εθαύμασαν ἐπ' αὐτῷ. 

Νεοελληνική απόδοση:
Στέλλουν εἰς αὐτὸν μερικοὺς ἀπὸ τοὺς Φαρισαίους καὶ τοὺς Ἡρωδιανοὺς διὰ νὰ τὸν πιάσουν μὲ λόγια. Αὐτοὶ δὲ ἦλθαν καὶ τοῦ λέγουν, «Διδάσκαλε, ξέρομεν ὅτι εἶσαι ἀληθὴς καὶ δὲν σὲ μέλει γιὰ κανένα, διότι δὲν λαβαίνεις ὑπ’ ὄψιν σου τὸ πρόσωπον τῶν ἀνθρώπων ἀλλὰ διδάσκεις τὸν δρόμον τοῦ Θεοῦ σύμφωνα πρὸς τὴν ἀλήθειαν. Ἐπιτρέπεται νὰ δώσωμεν φόρον εἰς τὸν Καίσαραν ἢ ὄχι; Νὰ δώσωμεν ἢ νὰ μὴ δώσωμεν;». Αὐτὸς, ἐπειδὴ γνώριζε τὴν ὑποκρισίαν τους, τοὺς εἶπε, «Γιατὶ μὲ πειράζετε;Φέρετέ μου ἕνα δηνάριον νὰ ἰδῶ». Ὅταν τοῦ τὸ ἔφεραν, τοὺς λέγει, «Τίνος εἶναι αὐτὴ ἡ εἰκόνα καὶ ἡ ἐπιγραφή;». Ἐκεῖνοι εἶπαν, «Τοῦ Καίσαρος». Καὶ ὁ Ἰησοῦς τοὺς εἶπε, «Δῶστε εἰς τὸν Καίσαρα ὅσα ὀφείλονται εἰς τὸν Καίσαρα καὶ εἰς τὸν Θεὸν ὅσα ὀφείλονται εἰς τὸν Θεόν». Καὶ αὐτοὶ τὸν ἐθαύμασαν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου