Τετάρτη 9 Μαΐου 2018

Το Αποστολικό ανάγνωσμα της ημέρας


ΤΕΤΑΡΤΗ Ε΄, ΕΒΔΟΜΑΔΟΣ 
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα 13:13-24 
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναχθέντες ἀπὸ τῆς Πάφου οἱ περὶ τὸν Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας· ᾿Ιωάννης δὲ ἀποχωρήσας ἀπ᾿ αὐτῶν ὑπέστρεψεν εἰς ῾Ιεροσόλυμα. Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς ᾿Αντιόχειαν τῆς Πισιδίας, καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν. Μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αυτοὺς λέγοντες· ἄνδρες ἀδελφοί, εἰ ἔστι λόγος ἐν ὑμῖν παρακλήσεως πρὸς τὸν λαόν, λέγετε. Ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν· ἄνδρες ᾿Ισραηλῖται καὶ οἱ φοβούμενοι τὸν Θεόν, ἀκούσατε. Ὁ Θεὸς τοῦ λαοῦ τούτου ᾿Ισραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αὶγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς, καὶ ὡς τεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ, καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναὰν κατεκληρονόμησεν αὐτοῖς τὴν γῆν αὐτῶν. Καὶ μετὰ ταῦτα ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα ἔδωκε κριτὰς ἕως Σαμουὴλ τοῦ προφήτου. Κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσαράκοντα· καὶ μεταστήσας αὐτὸν ἤγειρεν αὐτοῖς τὸν Δαυῒδ εἰς βασιλέα, ᾧ καὶ εἶπε μαρτυρήσας· εὗρον Δαυῒδ τὸν τοῦ ᾿Ιεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. Τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ᾿ ἐπαγγελίαν ἤγαγε τῷ ᾿Ισραὴλ σωτηρίαν, προκηρύξαντος ᾿Ιωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ ᾿Ισραήλ. 

Νεοελληνική απόδοση:
Ὁ Παῦλος καὶ ὅσοι ἦσαν μαζί του ἀνεχώρησαν ἀπὸ τὴν Πάφον καὶ ἦλθαν εἰς τὴν Πέργην τῆς Παμφυλίας, ἀλλ’ ὁ Ἰωάννης τοὺς ἄφησε καὶ ἐπέστρεψε εἰς τὰ Ἱεροσόλυμα. Ἀπὸ τὴν Πέργην ἐπροχώρησαν καὶ ἔφθασαν εἰς τὴν Ἀντιόχειαν τῆς Πισιδίας, τὴν δὲ ἡμέραν τοῦ Σαββάτου ἐμπῆκαν εἰς τὴν συναγωγὴν καὶ ἐκάθησαν. Ὕστερα ἀπὸ τὴν ἀνάγνωσιν τοῦ Νόμου καὶ τῶν Προφητῶν ἔστειλαν οἱ ἀρχισυναγωγοὶ νὰ τοὺς ποῦν: «Ἄνδρες ἀδελφοί, ἐὰν ἔχετε νὰ πῆτε τίποτε πρὸς νουθεσίαν τοῦ λαοῦ, πέστε το». Ὁ Παῦλος ἐσηκώθηκε, ἔκανε νεῦμα μὲ τὸ χέρι του, καὶ εἶπε, «Ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν Θεόν, ἀκοῦστε. Ὁ Θεὸς τοῦ Ἰσραηλιτικοῦ λαοῦ ἐδιάλεξε τοὺς πατέρας μας καὶ ἀνύψωσε τὸν λαόν, ὅταν ἔμεναν σὰν ξένοι εἰς τὴν γῆν τῆς Αἰγύπτου, καὶ τοὺς ἔβγαλε ἀπὸ ἐκεῖ μὲ δύναμιν μεγάλην. Ἐπὶ σαράντα περίπου χρόνια ὑπέφερε τοὺς κακούς των τρόπους εἰς τὴν ἔρημον. Ὕστερα ἐξωλόθρευσε εἰς τὴν Χαναὰν ἑπτὰ ἔθνη, τὴν χώραν τῶν ὁποίων τοὺς ἔδωκεν ὡς κληρονομίαν. Κατόπιν, ἐπὶ τετρακόσια πενῆντα περίπου χρόνια, ἔδωκε κριτὰς μέχρι τοῦ Σαμουὴλ τοῦ προφήτου. Ἀπὸ τότε ἐζήτησαν βασιλέα καὶ τοὺς ἔδωκεν ὁ Θεὸς τὸν Σαούλ, τὸν υἱὸν τοῦ Κὶς ἀπὸ τὴν φυλὴν τοῦ Βενιαμίν, ἐπὶ σαράντα χρόνια· καὶ μετὰ τὴν ἀπομάκρυνσίν του, ἤγειρε τὸν Δαυΐδ διὰ βασιλέα των, διὰ τὸν ὁποῖον ἔδωκε καὶ τὴν ἐξῆς μαρτυρίαν: Εὑρῆκα τὸν Δαυΐδ, τὸν υἱὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδιά μου, ὁ ὁποῖος θὰ κάνῃ ὅλα τὰ θελήματά μου. Αὐτὸς εἶναι ὁ ἄνθρωπος, ἀπὸ τοὺς ἀπογόνους τοῦ ὁποίου ὁ Θεός, σύμφωνα μὲ τὴν ὑπόσχεσίν του, ἔφερε εἰς τὸν Ἰσραὴλ Σωτῆρα, τὸν Ἰησοῦν, πρὶν δὲ ἔλθῃ εἶχε ἤδη κηρύξει ὁ Ἰωάννης βάπτισμα μετανοίας εἰς ὅλον τὸν λαὸν τοῦ Ἰσραήλ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου