Σάββατο 14 Απριλίου 2018

Το Αποστολικό ανάγνωσμα της ημέρας


ΣΑΒΒΑΤΟΝ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ 
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα 3:11-16 
Ἐν ταῖς ἡμέραις ἐκείναις, κρατοῦντος τοῦ ἰαθέντος χωλοῦ τὸν Πέτρον καὶ ᾿Ιωάννην, συνέδραμε πρὸς αὐτοὺς πᾶς ὁ λαὸς ἐπὶ τῇ στοᾷ τῇ καλουμένη Σολομῶντος ἔκθαμβοι. Ἰδὼν δὲ Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν· ἄνδρες ᾿Ισραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; ὁ Θεὸς ᾿Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακώβ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασε τὸν παῖδα αὐτοῦ ᾿Ιησοῦν· ὃν ὑμεῖς μὲν παρεδώκατε καὶ ἠρνήσασθε αὐτὸν κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν· ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν. Καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον, ὃν θεωρεῖτε καὶ οἴδατε, ἐστερέωσε τὸ ὄνομα αὐτοῦ, καὶ ἡ πίστις ἡ δι᾿ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν. 

Νεοελληνική απόδοση:
Ἐνῷ δὲ ὁ θεραπευθεὶς χωλὸς ἐκρατοῦσε τὸν Πέτρον καὶ τὸν Ἰωάννην, ὅλος ὁ λαὸς ἔτρεξε κατάπληκτος πρὸς αὐτοὺς εἰς τὴν στοὰν ποὺ ἐκαλεῖτο τοῦ Σολομῶντος. Ὅταν εἶδε αὐτὸ ὁ Πέτρος, εἶπε εἰς τὸν λαόν, «Ἄνδρες Ἰσραηλῖται, γιατὶ ἐκπλήττεσθε γι’ αὐτό; Γιατὶ ἔχετε προσηλωμένον τὸ βλέμμα σας σ’ ἐμᾶς σὰν νὰ τὸν εἴχαμε κᾶνει νὰ περπατῇ μὲ δική μας δύναμι ἢ εὐσέβεια; Ὁ Θεὸς τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακώβ, ὁ Θεὸς τῶν πατέρων σας, ἐδόξασεν τὸν δοῦλόν του Ἰησοῦν, τὸν ὁποῖον σεῖς παρεδώσατε καὶ τὸν ἀρνηθήκατε ἐνώπιον τοῦ Πιλάτου, ὅταν αὐτὸς εἶχε ἀποφασίσει νὰ τὸν ἀπολύσῃ. Ἀρνηθήκατε τὸν Ἅγιον καὶ Δίκαιον καὶ ἐζητήσατε νὰ σᾶς χαρισθῇ ἕνας ἄνδρας φονηᾶς, τὸν δὲ Ἀρχηγὸν τῆς ζωῆς ἐσκοτώσατε, ἀλλ’ ὁ Θεὸς τὸν ἀνέστησε ἐκ νεκρῶν· τοῦ γεγονότος ἐκείνου ἐμεῖς ἤμεθα μάρτυρες. Καὶ τὸ ὄνομα τοῦ Ἰησοῦ, διὰ τῆς πίστεως εἰς αὐτό, ἐστερέωσε τοῦτον τὸν ὁποῖον βλέπετε καὶ ξέρετε, καὶ ἡ πίστις, ποὺ ἐνεργεῖται δι’ αὐτοῦ, τοῦ ἔδωκε τὴν πλήρην αὐτὴν ὑγείαν ἐνώπιον ὅλων σας.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου