Σάββατο 11 Νοεμβρίου 2017

Το Ευαγγελικό ανάγνωσμα της ημέρας


Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ Η΄ ΕΒΔΟΜΑΔΟΣ 
Ἐκ τοῦ κατὰ Λουκᾶν 
θ΄ 37 - 43 
Τῷ καιρῷ ἐκείνῳ, κατελθόντι τῷ Ἰησοῦ ἀπὸ τοῦ ὄρους συνήντησεν αὐτῷ ὄχλος πολύς. καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἀνεβόησε λέγων· Διδάσκαλε, δέομαί σου, ἐπιβλέψον ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής μοί ἐστι· καὶ ἰδοὺ πνεῦμα λαμβάνει αὐτόν, καὶ ἐξαίφνης κράζει, καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ καὶ μόγις ἀποχωρεῖ ἀπ’ αὐτοῦ συντρῖβον αὐτόν· καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό, καὶ οὐκ ἠδυνήθησαν. ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; προσάγαγε τὸν υἱόν σου ὧδε. ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησε δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ. ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ Θεοῦ. 

Νεοελληνική απόδοση:
Τὴν ἐπομένην ἡμέραν, ὅταν κατάβηκαν ἀπὸ τὸ ὄρος, τὸν συνήντησε πλῆθος πολύ. Καὶ ἕνας ἀπὸ τὸ πλῆθος ἐφώναξε, «Διδάσκαλε, σὲ παρακαλῶ, ρίξε μιὰ ματιὰ στον γυιό μου διότι μοῦ εἶναι μοναχογυιός. Καὶ τὸν πιάνει ἔνα πνεῦμα καὶ ἔξαφνα φωνάζει καὶ τὸν τινάσσει, ὥστε νὰ ἀφρίζῃ· τὸν κατασυντρίβει καὶ δύσκολα τὸν ἀφήνει. Παρεκάλεσα τοὺς μαθητάς σου νὰ τὸ βγάλουν, ἀλλὰ δὲν μπόρεσαν». Ὁ Ἰησοῦς ἀπεκρίθη, «Ὦ γενεὰ ἄπιστη καὶ διεστραμμένη, ἕως πότε θὰ εἶμαι μαζί σας καὶ θὰ σᾶς ἀνέχμαι; Φέρε τὸν γυιό σου ἐδῶ». Ἐνῷ αὐτὸς ἀκόμη ἐπροχωροῦσε, τὸ δαιμόνιον τὸν ἔρριξε κάτω καὶ τὸν συνετάραξε. Ἀλλ’ ὁ Ἰησοῦς ἐπέπληξε τὸ πνεῦμα τὸ ἀκάθαρτον, ἐθεράπευσε τὸ παιδὶ καὶ τὸ παρέδωκε εἰς τὸν πατέρα του. Ὅλοι ἐξεπλήσσοντο διὰ τὸ μεγαλεῖον τοῦ Θεοῦ. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου