Σάββατο 1 Απριλίου 2017

Το Ευαγγελικό ανάγνωσμα της ημέρας


Ἐκ τοῦ κατὰ Λουκᾶν 
α΄ 39 - 49. 56 
Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, 40καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς μέ; ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. ὅτι ἐποίησέ μοι μεγάλα ὁ δυνατός καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς. 

Νεοελληνική απόδοση:
Καὶ ἐσηκώθηκε ἡ Μαριὰμ κατὰ τὰς ἡμέρας αὐτὰς καὶ ἐπῆγε γρήγορα εἰς τὴν ὀρεινὴν περιοχὴν εἰς πόλιν τοῦ Ἰούδα καὶ ἐμπῆκε εἰς τὸ σπίτι τοῦ Ζαχαρία καὶ ἐχαιρέτισε τὴν Ἐλισάβετ. Καὶ μόλις ἡ Ἐλισάβετ ἄκουσε τὸν χαιρετισμὸν τῆς Μαρίας, ἀπήδησε τὸ βρέφος εἰς τὴν κοιλιά της καὶ ἐπληρώθη ἡ Ἐλισάβετ ἀπὸ Πνεῦμα Ἅγιον, καὶ μὲ μεγάλην φωνὴν ἐφώναξε καὶ εἶπε, «Εὐλογημένη εἶσαι σὺ μεταξὺ τῶν γυναικῶν καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σας. Καὶ πῶς συνέβη τοῦτο, νὰ ἔλθῃ ἡ μητέρα τοῦ Κυρίου πρὸς ἐμέ; Διότι μόλις ἦλθε εἰς τὰ αὐτιά μου ἡ φωνὴ τοῦ χαιρετισμοῦ σου, ἐπείδησε ἀπὸ χαρὰν τὸ βρέφος εἰς τὴν κοιλιά μου. Καὶ μακαρία εἶναι ἐκείνη, ποὺ ἐπίστεψε, ὅτι θὰ ἐκπληρωθοῦν ὄσα τῆς εἰπώθηκαν ἀπὸ τὸν Κύριον». Καὶ εἶπε ἡ Μαριάμ, «Δοξάζει ἡ ψυχή μου τὸν Κύριον καὶ εὐφραίνεται τὸ πνεῦμά μου διὰ τὸν Θεόν, τὸν Σωτῆρα μου, διότι εἶδε μὲ εὐμένειαν τὴν ταπεινὴν δούλην του. Διότι ἀπὸ τώρα θὰ μὲ μακαρίζουν ὅλαι αἱ γενεαί. Μεγάλα τῷ ὄντι πράγματα μοῦ ἔκανε ὁ Δυνατὸς καὶ ἅγιον εἶναι τὸ ὄνομά του,
Ἔμεινε δὲ ἡ Μαριὰμ πλησίον της περίπου τρεῖς μῆνες καὶ ὕστερα ἐπέστρεψε εἰς τὸ σπίτι της.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου