Τρίτη 1 Ιουνίου 2021

Αγιογραφικό ανάγνωσμα



ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΙΓ´ 1 - 12
1 Ἦσαν δέ τινες ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁ ἐπικαλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετράρχου σύντροφος καὶ Σαῦλος. 2 λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς. 3 τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες αὐτοῖς τὰς χεῖρας ἀπέλυσαν. 4 Οὗτοι μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου κατῆλθον εἰς τὴν Σελεύκειαν, ἐκεῖθεν τε ἀπέπλευσαν εἰς τὴν Κύπρον, 5 καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην. 6 Διελθόντες δὲ τὴν νῆσον ἄχρι Πάφου εὗρόν τινα ἄνδρα μάγον ψευδοπροφήτην Ἰουδαῖον ᾧ ὄνομα Βαριησοῦς, 7 ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ· 8 ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος - οὕτω γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ - ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. 9 Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος ἁγίου καὶ ἀτενίσας πρὸς αὐτὸν 10 εἶπεν· Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας; 11 καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆμα δὲ ἔπεσεν ἐπ’ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς. 12 τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν, ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου.

Νεοελληνική απόδοση:
Ήσαν δὲ εἰς τὴν Ἀντιόχειαν μερικοὶ προφῆται καὶ διδάσκαλοι ἀνήκοντες εἰς τὴν ὑπάρχουσαν ἐκεῖ Ἐκκλησίαν. Οὗτοι δὲ ἦσαν ὁ Βαρνάβας καὶ ὁ Συμεών, ποὺ ἐπωνομάζετο Νίγερ, καὶ ὁ Λούκιος, ποὺ κατήγετο ἀπὸ τὴν Κυρήνην, καὶ ὁ Μαναήν, ποὺ εἶχε συνανατραφῆ καὶ συνεκπαιδευθῆ μαζὶ μὲ τὸν τετράρχην Ἡρῴδην, καὶ ὁ Σαῦλος. 2 Ἐνῷ δὲ αὐτοὶ ἐπετέλουν ὡς κύριόν τους ἔργον τὴν πρὸς τὸν Κύριον κοινὴν λατρείαν καὶ τὸ κήρυγμα, καὶ ἐνῷ ἐνήστευον, εἶπε τὸ Πνεῦμα τὸ Ἅγιον διὰ προφητῶν ἢ ἄλλων ἐξ ἐκείνων τῶν Χριστιανῶν, ποὺ εἶχον χαρίσματα· Ξεχωρίσατέ μου ἀμέσως τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον διὰ τὸ ἔργον, διὰ τὸ ὁποῖον τοὺς προσεκάλεσα μὲ ἔμπνευσιν, τὴν ὁποίαν μετέδωκα ἐγὼ εἰς τὸ ἐσωτερικὸν τῶν καρδιῶν των. 3 Τότε, ἀφοῦ καὶ πάλιν ἐνήστευσαν καὶ προσηυχήθησαν καὶ ἔθεσαν τὰς χεῖρας ἐπ’ αὐτῶν, ὅχι διὰ νὰ τοὺς προχειρίσουν εἰς τὸ ἀποστολικὸν ἢ ἄλλο ἱερατικὸν ἀξίωμα, διότι εἶχον ἤδη ταῦτα οἱ δύο ἀπόστολοι, ἀλλ’ ἁπλῶς διὰ νὰ τοὺς καθιερώσουν καὶ τοὺς ξεχωρίσουν ἐπισήμως εἰς τὸ εἰδικὸν τοῦτο ἔργον, τοὺς ἀπέστειλαν. 4 Αὐτοὶ λοιπόν, λαβόντες ὀνομαστικῶς τὴν ἀποστολὴν ταύτην ἀπὸ τὸ Ἅγιον Πνεῦμα καὶ ἔχοντες συνεπῶς τὴν ἐνίσχυσιν αὐτοῦ εἰς τὸ ἔργον των, κατέβησαν εἰς τὴν Σελεύκειαν καὶ ἀπ’ ἐκεῖ ἀπέπλευσαν εἰς τὴν Κύπρον. 5 Καὶ ὅταν ἔφθασαν εἰς τὴν πόλιν Σαλαμῖνα, ἐκήρυττον τὸν λόγον τοῦ Θεοῦ μέσα εἰς τὰς συναγωγὰς τῶν Ἰουδαίων, εἶχον δὲ μαζί των ὡς βοηθὸν καὶ τὸν Ἰωάννην. 6 Ἀφοῦ δὲ ἐπέρασαν ἀπὸ τὸ ἐν ἄκρον ἕως τὸ ἄλλο τὴν νῆσον Κύπρον μέχρι τῆς πόλεως Πάφου, εὗρον κάποιον μάγον ψευδοπροφήτην, Ἰουδαῖον, τοῦ ὁποίου τὸ ὄνομα ἦτο Βαριησοῦς. 7 Αὐτὸς ἦτο πρόσωπον τῆς ἀκολουθίας τοῦ ἀνθυπάτου Σεργίου Παύλου, ὁ ὁποῖος ἦτο ἄνθρωπος συνετὸς καὶ σοβαρός. Ὁ Σέργιος λοιπὸν οὗτος, ἀφοῦ προσεκάλεσε τὸν Βαρνάβαν καὶ τὸν Παῦλον, ἐζήτησε μὲ ἐνδιαφέρον νὰ ἀκούσῃ τὸν λόγον τοῦ Θεοῦ, τὸν ὁποῖον οὗτοι ἐκήρυττον. 8 Ἀνθίστατο ὅμως εἰς αὐτοὺς Ἐλύμας ὁ μάγος· διότι ἔτσι, διὰ τῆς λέξεως μάγος δηλαδή, μεταφράζεται τὸ ὄνομα Ἐλύμας, ὑπὸ τὸ ὁποῖον ἦτο γνωστὸς εἰς τοὺς Ἕλληνας ὁ Βαριησοῦς. Προσεπάθει δὲ ὁ Ἐλύμας μὲ ἐνστάσεις καὶ μὲ διαστροφὰς νὰ ἀπομακρύνῃ τὸν ἀνθύπατον ἀπὸ τὴν πίστιν. 9 Ἀλλ’ ὁ Σαῦλος, ὁ ὁποῖος λόγῳ τῆς ἰδιότητός του ὡς Ρωμαίου πολίτου ἔφερε καὶ τὸ ἐθνικὸν ρωμαϊκὸν ὄνομα Παῦλος, ἀφοῦ ἐπληρώθη τὸ ἐσωτερικόν του μὲ Πνεῦμα Ἅγιον καὶ ἔρριψε βλέμμα διαπεραστικὸν πρὸς τὸν μάγον, 10 εἶπε· Ὦ υἱὲ τοῦ διαβόλου, ποὺ εἶσαι γεμᾶτος ἀπὸ κάθε δόλον καὶ ἀπάτην καὶ ἀπὸ κάθε πονηρίαν καὶ ραδιουργίαν· σύ, ποὺ εἶσαι ἐχθρὸς κάθε ἀρετῆς, δὲν θὰ παύσῃς ἀπὸ τοῦ νὰ διαστρέφῃς καὶ νὰ παρουσιάζῃς πεπλανημένους καὶ στραβοὺς τοὺς εὐθεῖς καὶ ἴσιους δρόμους, τὸ φωτιστικὸν δηλαδὴ καὶ ἀληθὲς κήρυγμα τῆς θείας διδασκαλίας, μὲ τὸ ὁποῖον ὁ Κύριος ζητεῖ νὰ ὁδηγήσῃ τοὺς ἀνθρώπους εἰς τὴν σωτηρίαν; 11 Καὶ ἀφοῦ εἶσαι τέτοιος, ἰδοὺ τώρα θὰ ἐπιπέσῃ κατὰ σοῦ ἡ δύναμις τοῦ Θεοῦ καὶ θὰ εἶσαι τυφλὸς μὴ βλέπων τὸν ἥλιον καὶ τὸ φῶς του μέχρις ὡρισμένου καιροῦ. Παρευθὺς δὲ ἔπεσεν ἐπὶ τοῦ μάγου θαμπάδα καὶ σκότος καὶ περιεφέρετο ἐδῶ καὶ ἐκεῖ καὶ ἐζήτει ἀνθρώπους, ποὺ θὰ τὸν ὡδήγουν ἀπὸ τὸ χέρι. 12 Τότε, ὅταν εἶδεν ὁ ἀνθύπατος τὸ θαυμαστὸν αὐτὸ γεγονός, ἐπίστευσεν, ὅσον δὲ περισσότερον ἐμάνθανε καὶ κατενόει τὴν διδασκαλίαν τοῦ Κυρίου, τόσον καὶ περισσότερον ἐθαύμαζε καὶ ἐξεπλήττετο δι’ αὐτήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου