ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ Α´ 18 - 27
18 Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ’ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, 19 διότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς· ὁ γὰρ Θεὸς αὐτοῖς ἐφανέρωσε. 20 τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, 21 διότι γνόντες τὸν Θεὸν οὐχ ὡς Θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν, ἀλλ’ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· 22 φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, 23 καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. 24 Διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν αὑτοῖς, 25 οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας· ἀμήν. 26 Διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας. αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν, 27 ὁμοίως δὲ καὶ οἱ ἄρσενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.

Νεοελληνική απόδοση:
Καὶ ἦτο ἀναγκαία ἡ δικαίωσις διὰ τῆς πίστεως, διότι φανερώνεται ὀργὴ Θεοῦ ἐκ τοῦ οὐρανοῦ ἐναντίον κάθε ἀσεβοῦς προσβολῆς κατὰ τοῦ θείου μεγαλείου καὶ ἐναντίον κάθε παραβάσεως τοῦ ἠθικοῦ νόμου του, ποὺ διαπράττουν ἄνθρωποι, οἱ ὁποῖοι καταπατοῦν καὶ ἀδικοῦν τὴν ἀλήθειαν διὰ τῆς εἰδωλολατρείας καὶ τοῦ αἰσχροῦ των βίου. 19 Ἀδικοῦν δὲ καὶ καταπιέζουν τὴν ἀλήθειαν, διότι ἡ ἀληθὴς περὶ τοῦ Θεοῦ γνῶσις, ὅσην δύναται νὰ ἀποκτήσῃ ὁ πεπερασμένος νοῦς τοῦ ἀνθρώπου, εἶναι φανερὰ εἰς τὴν διάνοιάν τους, ἐπειδὴ ὁ Θεὸς τὴν ἔχει σαφῶς φανερώσει εἰς αὐτούς. 20 Τὴν ἐφανέρωσε δὲ σαφῶς καὶ καθαρά, διότι αἱ μὴ βλεπόμεναι μὲ τὰ αἰσθητὰ μάτια ἄπειροι τελειότητες τοῦ Θεοῦ, ἀφ’ ὅτου ἐκτίσθη ὁ κόσμος, βλέπονται καθαρὰ διὰ μέσου τῶν δημιουργημάτων μὲ τὰ μάτια τῆς διανοίας, τόσον ἡ δύναμίς του, ποὺ δὲν ἔχει ἀρχὴν καὶ τέλος ἀλλ’ εἶναι αἰωνία, ὅσον καὶ κάθε τελειότης, ὥστε αὐτοὶ νὰ εἶναι ἀναπολόγητοι καὶ νὰ μὴ ἡμποροῦν νὰ προβάλουν καμμίαν δικαιολογίαν. 21 Εἶναι δὲ ἀδικαιολόγητοι, διότι ἐνῷ διὰ τῶν θαυμασίων τῆς δημιουργίας ἐγνώρισαν τὸν Θεόν, ὁ ὁποῖος μὲ πᾶσαν σοφίαν καὶ δύναμιν τὰ ἐδημιούργησε, δὲν τὸν ἐδόξασαν διὰ τὰς ἀπείρους τελειότητάς του ἢ δὲν τὸν ηὐχαρίστησαν διὰ τὰς τόσας εὐεργεσίας του, ὅπως ἁρμόζει εἰς αὐτόν, ἀλλὰ μὲ τοὺς ψευδεῖς καὶ πλανημένους συλλογισμούς των ἀπεδείχθησαν μωροὶ καὶ ἐσκοτίσθη ἡ ἀσύνετος καὶ ἀνίκανος νὰ καταλάβῃ τὰ ἀληθῆ καὶ τὰ πρέποντα διάνοιά τους. 22 Καὶ ἐνῷ ἰσχυρίζονται, ὅτι εἶναι σοφοί, ἔγιναν μωροὶ καὶ ἀνόητοι. 23 Καὶ ἀντήλλαξαν τὸ ἔνδοξον μεγαλεῖον τοῦ Θεοῦ, ὁ ὁποῖος δὲν ἔχει καμμίαν σχέσιν πρὸς τὴν φθοράν, μὲ ὑλικὰ ἀγάλματα, ποὺ ἔχουν τὴν εἰκόνα φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. 24 Διότι δὲ ἔκαμαν τὴν ἀσεβῆ αὐτὴν ἀνταλλαγήν, δι' αὐτὸ ὁ Θεὸς ἐπῆρε ἀπὸ αὐτοὺς τὴν χάριν του καὶ τοὺς ἀφῆκε νὰ παραδοθοῦν μὲ τὰς αἰσχρὰς ἐπιθυμίας τῶν καρδιῶν τους εἰς ἀκαθαρσίαν, ὥστε νὰ ἀτιμάζωνται τὰ σώματά τους ἀπὸ αὐτοὺς τοὺς ἰδίους. 25 Αὐτοὶ ἀντικατέστησαν τὸν ἀληθινὸν Θεὸν μὲ τοὺς ψευδεῖς τῶν εἰδώλων θεοὺς καὶ ἀπέδωκαν τὸν σεβασμὸν τῆς καρδίας των καὶ τὴν ἐξωτερικὴν λατρείαν των εἰς τὴν κτίσιν, ἀντὶ νὰ σέβωνται καὶ νὰ λατρεύουν ἐκεῖνον ποὺ τὴν ἔκτισεν, ὁ ὁποῖος εἶναι πρέπον καὶ δίκαιον νὰ εὐλογῆται καὶ νὰ δοξάζεται εἰς τοὺς αἰῶνας. Ἀμήν. 26 Ἐπειδὴ δὲ ἐλάτρευσαν τὴν κτίσιν ἀντὶ τοῦ Κτίστου, δι’ αὐτὸ ἐπέτρεψεν ὁ Θεὸς νὰ παραδοθοῦν εἰς ἀτιμωτικὰ πάθη. Διότι καὶ αἱ γυναῖκες των ἄλλαξαν τὴν φυσικὴν σχέσιν καὶ χρῆσιν εἰς τὴν παρὰ φύσιν καὶ ἐξευτελίσθησαν μὲ ἀκατονόμαστους ἀσελγείας. 27 Κατὰ τὸν ὅμοιον ἀκριβῶς τρόπον καὶ οἱ ἄρρενες ἄφησαν τὴν φυσικὴν σχέσιν καὶ χρῆσιν τῆς γυναικὸς καὶ ἐκάησαν ἀπὸ φλόγα ἀκρατήτου ἐπιθυμίας μεταξύ τους, πράττοντες ἀρσενικοὶ μὲ ἀρσενικοὺς ἀσχήμους καὶ ἀτίμους πράξεις καὶ λαμβάνοντες τὸν μισθόν, ποὺ τοὺς ἤξιζε διὰ τὴν πλάνην τῆς εἰδωλολατρείας των, ἀπὸ τὸν ἴδιον τὸν ἑαυτόν τους.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου