ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΚΖ´ 1 - 44, ΚΗ´ 1 - 1
1 Ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν Ἰταλίαν, παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχῃ ὀνόματι Ἰουλίῳ σπείρης Σεβαστῆς. 2 ἐπιβάντες δὲ πλοίῳ Ἀδραμυττηνῷ μέλλοντες πλεῖν τοὺς κατὰ τὴν Ἀσίαν τόπους ἀνοίχθημεν, ὄντος σὺν ἡμῖν Ἀριστάρχου Μακεδόνος Θεσσαλονικέως, 3 τῇ τε ἑτέρᾳ κατήχθημεν εἰς Σιδῶνα· φιλανθρώπως τε ὁ Ἰούλιος τῷ Παύλῳ χρησάμενος ἐπέτρεψε πρὸς τοὺς φίλους πορευθέντα ἐπιμελείας τυχεῖν. 4 κἀκεῖθεν ἀναχθέντες ὑπεπλεύσαμεν τὴν Κύπρον διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους, 5 τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλεύσαντες κατήλθομεν εἰς Μύρα τῆς Λυκίας. 6 Κἀκεῖ εὑρὼν ὁ ἑκατοντάρχης πλοῖον Ἀλεξανδρῖνον πλέον εἰς τὴν Ἰταλίαν ἐνεβίβασεν ἡμᾶς εἰς αὐτό. 7 ἐν ἱκαναῖς δὲ ἡμέραις βραδυπλοοῦντες καὶ μόλις γενόμενοι κατὰ τὴν Κνίδον, μὴ προσεῶντος ἡμᾶς τοῦ ἀνέμου, ὑπεπλεύσαμεν τὴν Κρήτην κατὰ Σαλμώνην, 8 μόλις τε παραλεγόμενοι αὐτὴν ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς λιμένας, ᾧ ἐγγὺς ἦν πόλις Λασαία. 9 Ἱκανοῦ δὲ χρόνου διαγενομένου καὶ ὄντος ἤδη ἐπισφαλοῦς τοῦ πλοὸς διὰ τὸ καὶ τὴν νηστείαν ἤδη παρεληλυθέναι, παρῄνει ὁ Παῦλος 10 λέγων αὐτοῖς· Ἄνδρες, θεωρῶ ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας οὐ μόνον τοῦ φόρτου καὶ τοῦ πλοίου, ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν μέλλειν ἔσεσθαι τὸν πλοῦν. 11 ὁ δὲ ἑκατοντάρχης τῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ ἐπείθετο μᾶλλον ἢ τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις. 12 ἀνευθέτου δὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμασίαν οἱ πλείους ἔθεντο βουλὴν ἀναχθῆναι κἀκεῖθεν, εἴ πως δύναιντο καταντήσαντες εἰς Φοίνικα παραχειμάσαι, λιμένα τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χῶρον. 13 Ὑποπνεύσαντος δὲ νότου δόξαντες τῆς προθέσεως κεκρατηκέναι, ἄραντες ἆσσον παρελέγοντο τὴν Κρήτην. 14 μετ’ οὐ πολὺ δὲ ἔβαλε κατ’ αὐτῆς ἄνεμος τυφωνικὸς ὁ καλούμενος Εὐροκλύδων. 15 συναρπασθέντος δὲ τοῦ πλοίου καὶ μὴ δυναμένου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ ἐπιδόντες ἐφερόμεθα. 16 νησίον δέ τι ὑποδραμόντες καλούμενον Κλαύδην μόλις ἰσχύσαμεν περικρατεῖς γενέσθαι τῆς σκάφης, 17 ἣν ἄραντες βοηθείαις ἐχρῶντο ὑποζωννύντες τὸ πλοῖον· φοβούμενοί τε μὴ εἰς τὴν Σύρτιν ἐκπέσωσι, χαλάσαντες τὸ σκεῦος, οὕτως ἐφέροντο. 18 σφοδρῶς δὲ χειμαζομένων ἡμῶν τῇ ἑξῆς ἐκβολὴν ἐποιοῦντο, 19 καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ἐρρίψαμεν. 20 μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέρας, χειμῶνός τε οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιῃρεῖτο πᾶσα ἐλπὶς τοῦ σῴζεσθαι ἡμᾶς. 21 Πολλῆς δὲ ἀσιτίας ὑπαρχούσης τότε σταθεὶς ὁ Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν· Ἔδει μέν, ὦ ἄνδρες, πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν. 22 καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐθυμεῖν· ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν πλὴν τοῦ πλοίου. 23 παρέστη γάρ μοι τῇ νυκτὶ ταύτῃ ἄγγελος τοῦ Θεοῦ οὗ εἰμι, ᾧ καὶ λατρεύω, 24 λέγων· μὴ φοβοῦ, Παῦλε· Καίσαρί σε δεῖ παραστῆναι· καὶ ἰδοὺ κεχάρισταί σοι ὁ Θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ. 25 διὸ εὐθυμεῖτε, ἄνδρες· πιστεύω γὰρ τῷ Θεῷ ὅτι οὕτως ἔσται καθ’ ὃν τρόπον λελάληταί μοι. 26 εἰς νῆσον δέ τινα δεῖ ἡμᾶς ἐκπεσεῖν. 27 Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο διαφερομένων ἡμῶν ἐν τῷ Ἀδρίᾳ, κατὰ μέσον τῆς νυκτὸς ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν. 28 καὶ βολίσαντες εὗρον ὀργιὰς εἴκοσι, βραχὺ δὲ διαστήσαντες καὶ πάλιν βολίσαντες εὗρον ὀργιὰς δεκαπέντε· 29 φοβούμενοί τε μήπως εἰς τραχεῖς τόπους ἐκπέσωμεν, ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας ηὔχοντο ἡμέραν γενέσθαι. 30 Τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν, προφάσει ὡς ἐκ πρῴρας μελλόντων ἀγκύρας ἐκτείνειν, 31 εἶπεν ὁ Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις· Ἐὰν μὴ οὗτοι μείνωσιν ἐν τῷ πλοίῳ, ὑμεῖς σωθῆναι οὐ δύνασθε. 32 τότε οἱ στρατιῶται ἀπέκοψαν τὰ σχοινία τῆς σκάφης καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν. 33 Ἄχρι δὲ οὗ ἔμελλεν ἡμέρα γίνεσθαι, παρεκάλει ὁ Παῦλος ἅπαντας μεταλαβεῖν τροφῆς λέγων· Τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκῶντες ἄσιτοι διατελεῖτε, μηδὲν προσλαβόμενοι. 34 διὸ παρακαλῶ ὑμᾶς μεταλαβεῖν τροφῆς· τοῦτο γὰρ πρὸς τῆς ὑμετέρας σωτηρίας ὑπάρχει· οὐδενὸς γὰρ ὑμῶν θρὶξ ἐκ τῆς κεφαλῆς πεσεῖται. 35 εἰπὼν δὲ ταῦτα καὶ λαβὼν ἄρτον εὐχαρίστησε τῷ Θεῷ ἐνώπιον πάντων, καὶ κλάσας ἤρξατο ἐσθίειν. 36 εὔθυμοι δὲ γενόμενοι πάντες καὶ αὐτοὶ προσελάβοντο τροφῆς· 37 ἦμεν δὲ ἐν τῷ πλοίῳ αἱ πᾶσαι ψυχαὶ διακόσιαι ἑβδομήκοντα ἕξ. 38 κορεσθέντες δὲ τροφῆς ἐκούφιζον τὸ πλοῖον ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν. 39 Ὅτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον, κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλὸν, εἰς ὃν ἐβουλεύσαντο, εἰ δύναιντο, ἐξῶσαι τὸ πλοῖον. 40 καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν ἅμα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων, καὶ ἐπάραντες τὸν ἀρτέμωνα τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν. 41 περιπεσόντες δὲ εἰς τόπον διθάλασσον ἐπώκειλαν τὴν ναῦν, καὶ ἡ μὲν πρῷρα ἐρείσασα ἔμεινεν ἀσάλευτος, ἡ δὲ πρύμνα ἐλύετο ὑπὸ τῆς βίας τῶν κυμάτων. 42 τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀποκτείνωσι, μή τις ἐκκολυμβήσας διαφύγοι. 43 ὁ δὲ ἑκατοντάρχης βουλόμενος διασῶσαι τὸν Παῦλον ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος, ἐκέλευσέ τε τοὺς δυναμένους κολυμβᾶν ἀπορρίψαντας πρώτους ἐπὶ τὴν γῆν ἐξιέναι, 44 καὶ τοὺς λοιποὺς οὓς μὲν ἐπὶ σανίσιν, οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου. καὶ οὕτως ἐγένετο πάντας διασωθῆναι ἐπὶ τὴν γῆν.1 Καὶ διασωθέντες τότε ἐπέγνωσαν ὅτι Μελίτη ἡ νῆσος καλεῖται.

Νεοελληνική απόδοση:
Όταν δὲ ἀπεφασίσθη νὰ ἀποπλεύσωμεν εἰς Ἰταλίαν, παρέδωκαν καὶ τὸν Παῦλον καὶ μερικοὺς ἄλλους φυλακισμένους εἰς κάποιον ἑκατόνταρχον, ποὺ ἐλέγετο Ἰούλιος καὶ ἀνῆκεν εἰς τὸ τάγμα, ποὺ ἔφερε τὸν τίτλον σπεῖρα Σεβαστή. 2 Ἀφοῦ δὲ ἐπεβιβάσθημεν εἰς πλοῖον, τὸ ὁποῖον ἀνῆκεν εἰς τὸν λιμένα τῆς πόλεως Ἀδραμυττίου, ἡ ὁποία ἔκειτο ἐπὶ τῆς Μικρασιατικῆς ἀκτῆς καὶ ἀπέναντι τῆς Λέσβου, ἀπεπλεύσαμεν εἰς τὸ ἀνοικτὸν πέλαγος μὲ δρομολόγιον νὰ πλεύσωμεν πρὸς τοὺς λιμένας, ποὺ εὑρίσκοντο κατὰ μῆκος τῆς ἀσιατικῆς ἀκρογιαλιᾶς, ἦτο δὲ μαζί μας καὶ ὁ Ἀρίσταρχος, Μακεδὼν ἐκ Θεσσαλονίκης. 3 Καὶ τὴν ἄλλην ἡμέραν ἀράξαμεν εἰς τὴν Σιδῶνα. Καὶ ὁ Ἰούλιος συμπεριεφέρθη μὲ φιλανθρωπίαν καὶ εὔνοιαν πρὸς τὸν Παῦλον καὶ τοῦ ἐπέτρεψε νὰ συναντήσῃ τοὺς φίλους του καὶ νὰ τύχη τῆς περιποιήσεώς των. 4 Καὶ ἀπ’ ἐκεῖ, ἀφοῦ ἀνεχωρήσαμεν, ἐπλεύσαμεν πλησίον καὶ κατὰ μῆκος τῆς ἀνατολικῆς παραλίας τῆς Κύπρου, ἐπειδὴ οἱ ἄνεμοι ἦσαν ἐνάντιοι. 5 Καὶ ἀφοῦ διεσχίσαμεν τὴν ἀνοικτὴν θάλασσαν τῆς Κιλικίας καὶ Παμφυλίας, ἐφθάσαμεν εἰς τὰ Μύρα τῆς Λυκίας. 6 Καὶ ἐκεῖ εὗρεν ὁ ἑκατόνταρχος πλοῖον ἐξ Ἀλεξάνδρείας, ποὺ ἐπρόκειτο νὰ πλεύσῃ εἰς τὴν Ἰταλίαν καὶ μᾶς ἐπεβίβασεν εἰς αὐτό. 7 Λόγῳ δὲ τοῦ ἐναντίου ἀνέμου, ἀφοῦ ἐπὶ ἀρκετὰς ἡμέρας ἐπλεύσαμεν βραδέως, μὲ πολὺν κόπον ἐφθάσαμεν πλησίον τῆς Κνίδου, ποὺ κεῖται ἀπέναντι τῆς Ρόδου καὶ τῆς Κῶ. Καὶ ἐπειδὴ δὲν μᾶς ἐπέτρεπεν ὁ ἄνεμος, δὲν ἐπλεύσαμεν κατ’ εὐθεῖαν πρὸς δυσμάς, ἀλλ’ ἐπλεύσαμεν κατὰ μῆκος τῆς νοτίας ἀκτῆς τῆς νήσου Κρήτης καὶ ἐπεράσαμεν πλησίον τοῦ ἀκρωτηρίου Σαλμώνη, τὸ ὁποῖον κεῖται ἔναντι τῆς Κάσου. 8 Μὲ πολλὴν δὲ δυσκολίαν πλέοντες πλησίον τῆς Κρήτης ἢλθομεν εἰς κάποιον τόπον, ποὺ καλεῖται Καλοὶ λιμένες, πλησίον τοῦ ὁποίου ἦτο κάποια πόλις ὀνομαζομένη Λασαία. 9 Ἐπειδὴ δέ, ἕως ὅτου φθάσωμεν ἐκεῖ, ἐπέρασε χρόνος ἀρκετὸς καὶ ἦτο πλέον ἐπικίνδυνον τὸ διὰ θαλάσσης ταξίδιον, καθ’ ὅσον εἶχε παρέλθει πλέον καὶ ἡ ἐποχὴ τῆς φθινοπωρινῆς νηστείας τῶν Ἰουδαίων καὶ σύντομα θὰ ἀντιμετωπίζαμεν τὰς τρικυμίας τοῦ Νοεμβρίου, προέτρεπεν ὁ Παῦλος 10 καὶ ἔλεγεν εἰς αὐτούς· Ἄνδρες, ἀντιλαμβάνομαι, ὅτι τὸ διὰ θαλάσσης ταξίδιον μας μέλλει νὰ γίνῃ μὲ κίνδυνον καὶ κακοπάθειαν καὶ πολλὴν ζημίαν ὄχι μόνον τοῦ φορτίου καὶ τοῦ πλοίου, ἀλλὰ καὶ τῆς ζωῆς μας. 11 Ὁ ἑκατόνταρχος ὅμως ἔδιδε πίστιν περισσότερον εἰς αὐτόν, ποὺ ἐκυβερνοῦσε τὸ πλοῖον, καθὼς καὶ εἰς τὸν ἰδιοκτήτην αὐτοῦ, παρὰ εἰς ὅσα ἔλεγεν ὁ Παῦλος. 12 Ἐπειδὴ δὲ ὁ λιμὴν ἦτο ἀκατάλληλος διὰ νὰ περάσουν ἐκεῖ τὸν χειμῶνα, οἱ περισσότεροι ἔλαβον τὴν ἀπόφασιν νὰ ἀποπλεύσουν ἀπὸ τοὺς Καλοὺς λιμένας εἰς τὸ ἀνοικτὸν πέλαγος μὲ τὴν ἐλπίδα, ὅτι θὰ ἠμποροῦσαν νὰ φθάσουν εἰς Φοίνικα, ὁ ὁποῖος εἶναι λιμὴν τῆς Κρήτης, κάτω ἀπὸ πλαγιὲς λόφου ἐστραμμένου πρὸς τὸν νοτιοδυτικὸν καὶ βορειοδυτικὸν ἄνεμον, καὶ νὰ περάσουν τὸν χειμῶνα ἐκεῖ, προστατευόμενοι ἀπὸ τὰς μεγάλας τρικυμίας τῶν νοτίων καὶ τῶν δυτικῶν ἀνέμων. 13 Εἰς ὥραν δέ, ποὺ ἤρχισε νὰ πνέῃ σιγὰ ἄνεμος νότιος, ἐνόμισαν, ὅτι ἠδύναντο νὰ πραγματοποιήσουν ἀσφαλῶς τὸ σχέδιον των καὶ ἀφοῦ ἐσήκωσαν τὰς ἀγκύρας, ἔπλεον ὅσον τὸ δυνατὸν πλησιέστερον πρὸς τὴν ἀκτὴν τῆς Κρήτης. 14 Ἀλλα μετ’ ὀλίγον ἐπέπεσε κατὰ τῆς Κρήτης ἄνεμος θυελλώδης σφοδρός, ποὺ καλεῖται ἀπὸ τὸν λαὸν Εὐροκλύδων, δηλαδὴ ἀνατολικὸς τρικυμιώδης. 15 Ἐπειδὴ δὲ τὸ πλοῖον παρεσύρθη, σὰν νὰ ἡρπάγη ἀπὸ τὸν ἄνεμον, καὶ δὲν ἠδύνατο νὰ ἀντισταθῇ εἰς τὴν βίαν αὐτοῦ, ἐγκατελείψαμεν πᾶσαν κυβέρνησιν τοῦ πλοίου καὶ ἀφήκαμεν αὐτὸ εἰς τὴν διάκρισιν τοῦ ἀνέμου καὶ ἔτσι ἐφερόμεθα ὅπου μᾶς ἔσπρωχναν τὰ κύματα. 16 Ἀφοῦ δὲ ἐπεράσαμεν γρήγορα κάτω ἀπὸ κάποιαν μικρὰν νῆσον, ποὺ καλεῖται Κλαύδη, μόλις καὶ μετὰ βίας ἠμπόρεσα μὲν νὰ τραβήξωμεν ἐπάνω εἰς τὸ πλοῖον καὶ νὰ γίνωμεν κύριοι τῆς βάρκας, ποὺ ἦτο ἕως τότε δεμένη ὀπίσω τοῦ πλοίου καὶ ἑσύρετο ἀπὸ αὐτό. 17 Ἀφοῦ δὲ ἔσυραν αὐτὴν ἐπάνω καὶ τὴν ἐτοποθέτησαν εἰς τὸ πλοῖον, ἐχρησιμοποίουν σχοινία περασμάνα κάτω ἀπὸ τὴν τρόπιδα τοῦ πλοίου καὶ μὲ αὐτὰ ἔζωναν ὑποκάτω τὸ πλοῖον σφίγγοντες καὶ τὰ πλευρά του. Καὶ ἐπειδὴ ἐφοβοῦντο, μήπως πέσουν ἔξω καὶ ριφθοῦν εἰς τὴν μεγάλην Σύρτιν τῆς Ἀφρικανικῆς ἀκτῆς, ἡ ὁποία δὲν εἶχε κανένα λιμένα, ἔρριψαν κάτω τὴν ἄγκυραν νὰ κρέμεται μέσα εἰς τὸ νερό, καὶ ἔτσι μὲ τὸ πλοῖον ζωσμένον καὶ μὲ τὴν ἄγκυράν του κρεμασμένην μέσα εἰς τὴν θάλασσαν ἀφέθησαν νὰ φέρωνται ἀπὸ τὰ κύματα. 18 Ἐπειδὴ δὲ ἐταλαιπωρούμεθα πολὺ ἀπὸ τὴν τρικυμίαν, κατὰ τὴν ἑπομένην ἡμέραν ἔρριπταν εἰς τὴν θάλασσαν μέρος ἀπὸ τὸ φορτίον διὰ νὰ ἐλαφρώσῃ καὶ σηκωθῇ ὑψηλότερα τὸ πλοῖον. 19 Καὶ τὴν τρίτην ἡμέραν μὲ τὰς ἰδίας μας χεῖρας ἐρρίψαμεν εἰς τὴν θάλασσαν τὰ σχοινία, τὰ κατάρτια καὶ ἐν γένει τὰ ἐξαρτήματα τοῦ πλοίου. 20 Ἐπειδὴ δὲ οὔτε ἥλιος, οὔτε ἄστρα ἐφαίνοντο ἐπὶ πολλὰς ἡμέρας καὶ ἐπλάκωνεν ὅχι ὀλίγος χειμὼν καὶ κακοκαιρία, ὁλονὲν καὶ περισσότερον ἐχάνετο κάθε ἐλπὶς περὶ τοῦ ὅτι θὰ ἐσωζόμεθα. 21 Ἐνῷ δὲ οἱ ταξιδιῶται ἦσαν ἐξηντλημένοι λόγῳ τοῦ ὅτι δὲν εἶχον φάγει τίποτε ἀπὸ πολλῶν ἡμερῶν, ἐστάθη τότε ὁ Παῦλος ἐν μέσῳ αὐτῶν καὶ εἶπεν· Ἔπρεπε μέν, οἱ ἄνδρες, νὰ ὑπακούσετε εἰς τὴν συμβουλήν μου καὶ νὰ μὴ ἀποπλεύσετε ἀπὸ τὴν Κρήτην, ὁπότε θὰ ἀπεφεύγατε τὴν κακοπάθειαν αὐτὴν καὶ τὴν ζημίαν. 22 Ἀλλὰ καὶ τώρα σᾶς προτρέπω νὰ καλοκαρδίσετε. Διότι ἐκτὸς τοῦ πλοίου, ποὺ θὰ χαθῇ, κανεὶς ἀπὸ σᾶς δὲν θὰ χάσῃ τὴν ζωήν του, ἀλλὰ θὰ σωθῶμεν ὅλοι. 23 Ἠξεύρω δὲ τοῦτο καλά, διότι μοῦ παρουσιάσθη κατὰ τὴν νύκτα αὐτὴν ἄγγελος τοῦ Θεοῦ, εἰς τὸν ὁποῖον ἀνήκω καὶ τὸν ὁποῖον λατρεύω, 24 καὶ μοῦ εἶπε· Μὴ φοβῆσαι, Παῦλε. Σύμφωνα μὲ τὸ σχέδιον τῆς θείας Προνοίας πρέπει νὰ ἐμφανισθῇς ἐνώπιον τοῦ Καίσαρος. Καὶ ἰδοὺ ὄχι μόνον σὺ θὰ σωθῇς, ἀλλὰ σοῦ ἔχει χαρίσει ὁ Θεὸς ὅλους, ὅσοι ταξιδεύουν μαζί σου. 25 Δι’ αὐτό, ὦ ἄνδρες, λάβετε θάρρος καὶ εὐδιαθεσίαν, διότι ἔχω πεποίθησιν εἰς τὸν Θεόν, ὅτι θὰ γίνῃ ἔτσι καθὼς μοῦ ἐλέχθη ἀπὸ τὸν ἄγγελον. 26 Πρέπει δὲ σύμφωνα μὲ τὴν θείαν ἀπόφασιν, ποὺ μοῦ ἀπεκάλυψεν ὁ ἄγγελος, να ἐξοκείλωμεν εἰς τὴν ἀκτὴν κάποιας νήσου. 27 Ὅταν δὲ ἔφθασεν ἡ δεκάτη τετάρτη νύκτα, ἀφ’ ὅτου ἐταλαντευόμεθα ἐδῶ καὶ ἐκεῖ μέσα εἰς τὴν Ἀδριατικὴν θάλασσαν, κατὰ τὸ μεσονύκτιον οἱ ναῦται συνεπέραναν, ὅτι ἐπλησίαζαν οὗτοι εἰς καποίαν ξηράν. 28 Καὶ ἀφοῦ ἔρριψαν βολίδα διὰ νὰ μετρήσουν τὸ βάθος τῆς θαλάσσης, εὗρον ὀργυιὰς εἴκοσιν, ἤτοι μέτρα τριάκοντα ἕξ. Ἀφοῦ δὲ ἐπροχώρησαν ὀλίγον καὶ ἔρριψαν πάλιν βολίδα, εὗρον ὀργυιὰς δέκα πέντε, ἤτοι μέτρα εἴκοσιν ἑπτά. 29 Καὶ ἐπειδὴ ἐφοβοῦντο, μήπως πέσωμεν ἔξω καὶ προσκρούσωμεν εἰς βράχους καὶ σκοπέλους, ἔρριψαν ἀπὸ τὴν πρύμναν τοῦ πλοίου τέσσαρας ἀγκύρας καὶ ηὔχοντο νὰ ξημερώσῃ. 30 Ἐπειδὴ δὲ ἐν τῷ μεταξὺ οἱ ναῦται ἐζήτουν νὰ φύγουν ἀπὸ τὸ πλοῖον καὶ ἔρριψαν τὴν βάρκαν εἰς τὴν θάλασσαν μὲ τὴν πρόφασιν ὅτι ἔμελλον ἀπὸ τὴν πρῷραν νὰ ρίψουν ἀγκύρας εἰς κάποιαν ἀπόστασιν ἀπὸ τοῦ πλοίου, 31 εἶπεν ὁ Παῦλος εἰς τὸν ἑκατόνταρχον καὶ τοὺς στρατιώτας· Ἐὰν δὲν μείνουν αὐτοὶ μέσα εἰς τὸ πλοῖον, σεῖς δὲν θὰ μπορέσετε νὰ σωθῆτε. 32 Τότε οἱ στρατιῶται ἀπέκοψαν τὰ σχοινία, μὲ τὰ ὁποῖα ἡ βάρκα ἦτο δεμένη εἰς τὸ πλοῖον καὶ τὴν ἄφησαν νὰ πέσῃ ἔξω εἰς τὴν θάλασσαν. 33 Μέχρις ὅτου δὲ φανῇ ἡ ἡμέρα, προέτρεπεν ὁ Παῦλος ὅλους νὰ πάρουν τροφὴν καὶ τοὺς ἔλεγεν· Εἶναι ἡ δεκάτη τετάρτη ἡμέρα σήμερον, ἀφ’ ὅτου περιμένοντες τὶ θὰ γίνῃ μὲ τὴν τρικυμίαν αὐτὴν εἶσθε νηστικοί, χωρὶς νὰ πάρετε σχεδὸν τίποτε. 34 Δι’ αὐτὸ σᾶς παρακαλῶ νὰ λάβετε τροφήν, διότι θὰ ὑποβλήθητε εἰς μέγαν κόπον, πρὶν ἢ πατήσετε εἰς τὴν ξηρὰν καὶ ἐπειδὴ πρέπει νὰ ἀνακτήσετε δυνάμεις, τὸ νὰ φάγετε τώρα εἶναι ἀναγκαῖον διὰ τὴν διάσωσίν σας. Ἀνακτήσατε λοιπὸν τὴν ὄρεξίν σας, τὴν ὁποίαν λόγῳ τοῦ φόβου ἐχάσατε. Μὴ φοβεῖσθε, διότι κανενὸς ἀπὸ σᾶς δὲν θὰ πέσῃ οὔτε τρίχα ἀπὸ τὴν κεφαλήν του καὶ συνεπῶς δὲν πρόκειται οὔτε τὴν παραμικρὰν βλάβην νὰ πάθετε. 35 Ἀφοῦ δὲ εἶπε ταῦτα, ἐπῆρε εἰς τὰς χεῖρας του ἄρτον, καὶ ηὐχαρίστησε τὸν Θεὸν ἐμπρὸς εἰς ὅλους καὶ ἀφοῦ ἔκοψε τὸν ἄρτον, ἤρχισε νὰ τρώγῃ. 36 Ἀφοῦ δὲ ἐν τῷ μεταξὺ ἐνεθαρρύνθησαν καὶ ἀπέκτησαν καλὴν διάθεσιν ὅλοι, ἔλαβον καὶ αὐτοὶ τροφήν. 37 Ἤμεθα δὲ ἐντὸς τοῦ πλοίου ὅλα τὰ πρόσωπα διακόσια ἑβδομήκοντα ἕξ. 38 Ἀφοῦ δὲ ἐχορτάσθησαν μὲ τροφήν, ἐλάφρωσαν τὸ πλοῖον διὰ νὰ σηκωθῇ ὑψηλότερον καὶ ἔτσι νὰ πλησιάσῃ εὐκολώτερον καὶ περισσότερον πρὸς τὴν ἀκτήν. Τὸ ἐλάφρωναν δὲ ρίπτοντες τὸν σῖτον ἔξω εἰς τὴν θάλασσαν. 39 Ὅταν δὲ ἔγινεν ἡμέρα, δὲν μποροῦσαν νὰ ἀναγνωρίσουν εἰς ποίαν χώραν ἀνῆκεν ἡ ξηρά, ἀλλὰ διέκριναν καλὰ κάποιον κόλπον, ποὺ εἶχεν ἀκρογιαλιὰ μὲ ἀμμουδιάν, καὶ ἐκεῖ ἀπεφάσισαν, ἐὰν θὰ τὸ κατώρθωναν, νὰ ρίψουν ἔξω τὸ πλοῖον. 40 Καὶ ἀφοῦ ἔλυσαν τὰ σχοινιά, μὲ τὰ ὁποῖα ἦσαν δεμέναι εἰς τὸ πλοῖον αἱ ἄγκυραι, τὰς ἀφῆκαν νὰ πέσουν εἰς τὴν θάλασσαν. Συγχρόνως δὲ ἔλυσαν καὶ τὰ σχοινιά, μὲ τὰ ὁποῖα εἶχαν δέσει σηκωμένα ἔξω ἀπὸ τὸ νερὸν τὰ πηδάλια, τὰ ὁποῖα εἶχαν ἀχρηστεύσει ἕνεκα τῆς τρικυμίας, τώρα ὅμως θὰ ἐχρησιμοποίουν αὐτά. Καὶ ἀφοῦ ἐσήκωσαν τὸ μικρὸ πανὶ τῆς πρώρας, προσεπάθουν μὲ τὸν πνέοντα ἄνεμον νὰ διευθύνουν τὸ πλοῖον πρὸς τὴν ἀμμουδιάν. 41 Ἀλλ’ ἐπειδὴ ἔπεσαν εἰς μέρος, ποὺ εἶχεν εἰς τὸ μέσον ξηράν, ἡ ὁποία ἔκοπτε τὴν θάλασσαν εἰς τὰ δύο καὶ ἐσχημάτιζεν οὗτω δύο θαλάσσας, ἔρριψαν ἔξω τὸ πλοῖον. Καὶ ἡ μὲν πρῷρα ἐμπηχθεῖσα στερεὰ μέσα εἰς τὴν γῆν ἔμεινεν ἀκίνητος, ἡ δὲ πρύμνη ἤρχισε νὰ διαλύεται ἀπὸ τὴν σφοδρότητα τῶν κυμάτων. 42 Ἐν τῷ μεταξὺ δὲ οἱ στρατιῶται ἔλαβον τὴν ἀπόφασιν νὰ φονεύσουν τοὺς δεσμίους ἐκ φόβου, μήπως κανεὶς ἀπὸ αὐτοὺς πέσῃ ἀπὸ τὸ πλοῖον εἰς τὴν θάλασσαν καὶ κολυμβῶν διαφύγῃ. 43 Ὁ ἑκατόνταρχος ὅμως, ἐπειδὴ ἤθελε νὰ διασώσῃ τὸν Παῦλον, τοὺς ἠμπόδισεν ἀπὸ τοῦ νὰ ἐκτελέσουν τὴν ἀπόφασιν ταύτην, καὶ διέταξεν, ὅσοι ἤξευραν νὰ κολυμβοῦν, νὰ ριφθοῦν πρῶτοι εἰς τὴν θάλασσαν καὶ νὰ ἐξέλθουν εἰς τὴν ξηράν. 44 Καὶ τοὺς λοιποὺς διέταξε νὰ ἐξέλθουν, ἄλλοι μὲν ἐπάνω εἰς σανίδας, ἄλλοι δὲ ἐπάνω εἰς συντρίμματα τῶν ξυλίνων μερῶν τοῦ πλοίου. Καὶ ἔτσι κατωρθώθῃ ὅλοι νὰ διασωθοῦν εἰς τὴν ξηράν.1 Καὶ ὅταν διεσώθησαν, τότε ἔμαθαν, ὅτι ἡ νῆσος καλεῖται Μελίτη ἢ κοινότερον Μάλτα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου