Παρασκευή 2 Απριλίου 2021

Αγιογραφικό ανάγνωσμα



ΓΕΝΕΣΙΣ Η´ 4 - 21
4 καὶ ἐκάθισεν ἡ κιβωτὸς ἐν μηνὶ τῷ ἑβδόμῳ, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός, ἐπὶ τὰ ὄρη τὰ ᾿Αραράτ. 5 τὸ δὲ ὕδωρ ἠλαττονοῦτο ἕως τοῦ δεκάτου μηνός· καὶ ἐν τῷ δεκάτῳ μηνί, τῇ πρώτῃ τοῦ μηνός, ὤφθησαν αἱ κεφαλαὶ τῶν ὀρέων. 6 καὶ ἐγένετο μετὰ τεσσαράκοντα ἡμέρας ἠνέῳξε Νῶε τὴν θυρίδα τῆς κιβωτοῦ, ἣν ἐποίησε, καὶ ἀπέστειλε τὸν κόρακα τοῦ ἰδεῖν, εἰ κεκόπακε τὸ ὕδωρ· 7 καὶ ἐξελθών, οὐκ ἀνέστρεψεν ἕως τοῦ ξηρανθῆναι τὸ ὕδωρ ἀπὸ τῆς γῆς. 8 καὶ ἀπέστειλε τὴν περιστερὰν ὀπίσω αὐτοῦ ἰδεῖν, εἰ κεκόπακε τὸ ὕδωρ ἀπὸ τῆς γῆς. 9 καὶ οὐχ εὑροῦσαι ἡ περιστερὰ ἀνάπαυσιν τοῖς ποσὶν αὐτῆς, ἀνέστρεψε πρὸς αὐτὸν εἰς τὴν κιβωτόν, ὅτι ὕδωρ ἦν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς, καὶ ἐκτείνας τὴν χεῖρα ἔλαβεν αὐτήν, καὶ εἰσήγαγεν αὐτὴν πρὸς ἑαυτὸν εἰς τὴν κιβωτόν. 10 καὶ ἐπισχὼν ἔτι ἡμέρας ἑπτὰ ἑτέρας, πάλιν ἐξαπέστειλε τὴν περιστερὰν ἐκ τῆς κιβωτοῦ· 11 καὶ ἀνέστρεψε πρὸς αὐτὸν ἡ περιστερὰ τὸ πρὸς ἑσπέραν, καὶ εἶχε φύλλον ἐλαίας κάρφος ἐν τῷ στόματι αὐτῆς, καὶ ἔγνω Νῶε ὅτι κεκόπακε τὸ ὕδωρ ἀπὸ τῆς γῆς. 12 καὶ ἐπισχὼν ἔτι ἡμέρας ἑπτὰ ἑτέρας, πάλιν ἐξαπέστειλε τὴν περιστεράν, καὶ οὑ προσέθετο τοῦ ἐπιστρέψαι πρὸς αὐτὸν ἔτι. 13 καὶ ἐγένετο ἐν τῷ ἑνὶ καὶ ἑξακοσιοστῷ ἔτει ἐν τῇ ζωῇ τοῦ Νῶε, τοῦ πρώτου μηνός, μιᾷ τοῦ μηνός, ἐξέλιπε τὸ ὕδωρ ἀπὸ τῆς γῆς· καὶ ἀπεκάλυψε Νῶε τὴν στέγην τῆς κιβωτοῦ, ἣν ἐποίησε, καὶ εἶδεν ὅτι ἐξέλιπε τὸ ὕδωρ ἀπὸ προσώπου τῆς γῆς. 14 ἐν δὲ τῷ δευτέρῳ μηνὶ ἐξηράνθη ἡ γῆ, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός. 15 Καὶ εἶπε Κύριος ὁ Θεὸς πρὸς Νῶε λέγων· 16 ἔξελθε ἐκ τῆς κιβωτοῦ, σὺ καὶ ἡ γυνή σου καὶ οἱ υἱοί σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετὰ σοῦ 17 καὶ πάντα τὰ θηρία, ὅσα ἐστὶ μετὰ σοῦ, καὶ πᾶσα σὰρξ ἀπὸ πετεινῶν ἕως κτηνῶν, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς ἐξάγαγε μετὰ σεαυτοῦ· καὶ αὐξάνεσθε καὶ πληθύνεσθε ἐπὶ τῆς γῆς. 18 καὶ ἐξῆλθε Νῶε καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ μετ᾿ αὐτοῦ. 19 καὶ πάντα τὰ θηρία, καὶ πάντα τὰ κτήνη, καὶ πᾶν πετεινόν, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς κατὰ γένος αὐτῶν, ἐξήλθοσαν ἐκ τῆς κιβωτοῦ. 20 καὶ ᾠκοδόμησε Νῶε θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἔλαβεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν καὶ ἀνήνεγκεν εἰς ὁλοκάρπωσιν ἐπὶ τὸ θυσιαστήριον. 21 καὶ ὠσφράνθη Κύριος ὁ Θεὸς ὀσμὴν εὐωδίας, καὶ εἶπε Κύριος ὁ Θεὸς διανοηθείς· οὐ προσθήτω ἔτι καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων, ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ· οὐ προσθήσω οὖν ἔτι πατάξαι πᾶσαν σάρκα ζῶσαν, καθὼς ἐποίησα.

Νεοελληνική απόδοση:
4 Καὶ ἡ κιβωτὸς ἐπροσάραξεν ὁμαλὰ καὶ ἐκάθισεν ἁπαλὰ εἰς τὰ ὄρη Ἀραρὰτ τῆς Ἀρμενίας κατὰ τὴν 27ην ἡμέραν τοῦ ἑβδόμου μηνός (τοῦ ἐβραϊκοῦ πολιτικοῦ ἔτους), δηλαδὴ τὴν 27ην Ἀπριλίου. 5 Τὸ δὲ νερὸν συνεχῶς ὠλιγόστευε καὶ ὑποχωροῦσε σταθερῶς μέχρι τοῦ δεκάτου μηνός· καὶ κατὰ τὴν πρώτην ἡμέραν τοῦ δεκάτου μηνός (τοῦ Ἰουλίου) ἐφάνησαν οἱ κορυφὲς τῶν βουνῶν. 6 Καὶ ὕστερα ἀπὸ σαράντα ἡμέρες ἄνοιξεν ὁ Νῶε τὴν μικρὴν πόρταν τῆς κιβωτοῦ, ποὺ εἶχε κατασκευάσει, καὶ ἀπέλυσε τὸν κόρακα διὰ νὰ διαπιστώσῃ ἐὰν ἔπαυσε νὰ ὑπάρχῃ νερὸν εἰς τὴν ἐπιφάνειαν τῆς γῆς. 7 Καὶ ὁ κόρακας ἀφοῦ ἐβγῆκε, δὲν ἐπέστρεψε πλέον, οὔτε καὶ ὅταν ἐστέγνωσεν ἐντελῶς ἡ ἐπιφάνεια τῆς γῆς. 8 Μετὰ τὸν κόρακα ἀπέστειλε τὴν περιστεράν, διὰ νὰ διαπιστώσῃ ἐὰν ἐσταμάτησε τὸ νερὸν να σκεπάζῃ τὴν ἐπιφάνειαν τῆς γῆς. 9 Ἀλλὰ ἡ περιστερά, ἐπειδὴ δὲν εὑρῆκε τόπον στεγνὸν διὰ νὰ πατήσῃ καὶ ἀναπαυθῇ, ἐπέστρεψε πάλιν εἰς τὴν κιβωτόν, διότι τὸ νερὸν καὶ ἡ παχειὰ λάσπη συνέχιζαν νὰ σκεπάζουν ἀκόμη ὅλην τὴν ἐπιφάνειαν τῆς γῆς· καὶ ὁ Νῶε ἀφοῦ ἅπλωσε τὸ χέρι τὴν ἐπῆρε καὶ τὴν ἔβαλε πάλιν μαζί του μέσα εἰς τὴν κιβωτόν. 10 Ὁ Νῶε, ἀφοὑ ἐπερίμενε ἀκόμη ἄλλες ἑπτὰ ἡμέρες, ἔστειλε πάλιν τὴν περιστερὰν ἔξω ἀπὸ τὴν κιβωτόν. 11 Τὴν φορὰν αὐτὴν ἡ περιστερά, ἀφοῦ ἐβόσκησε ὅλην τὴν ἡμέραν, ἐγύρισε κοντά του κατὰ τὸ βράδυ καὶ ἐκρατοῦσε εἰς τὸ ράμφος της μικρὸ κλωνάρι μὲ φύλλον ἐλιᾶς· ἀπὸ αὐτὸ ἀντελήφθη ὁ Νῶε, ὅτι τὸ νερὸν εἶχεν ὑποχωρήσει ἀπὸ τὴν ἐπιφάνειαν τῆς γῆς. 12 Καὶ ἀφοῦ ἐπερίμενεν ἀκόμη ἄλλες ἑπτὰ ἡμέρες, ἔστειλε καὶ πάλιν ἔξω τὴν περιστεράν· αὐτὴ ὅμως δεν ἐπέστρεψε πλέον κοντά του εἰς τὴν κιβωτόν, διότι εὑρῆκε τόπον καὶ διὰ νὰ βοσκήσῃ καὶ διὰ νὰ κουρνιάσῃ. 13 Καὶ συνέβη κατὰ τὸ ἑξακοσιοστὸν πρῶτον ἔτος τῆς ζωῆς τοῦ Νῶε, τὴν πρώτην ἡμέραν τοῦ πρώτου μηνός (τοῦ ἑβραϊκοῦ πολιτικοῦ ἔτους), δηλαδὴ τὴν πρώτην τοῦ ἰδικοῦ μας μηνὸς Ὀκτωβρίου, ἔλειψε, ἑξαφανίσθηκε, ἐχάθη τὸ νερὸν τοῦ κατακλυσμοῦ ἀπὸ τὴν ἐπιφάνειαν τῆς γῆς. Τότε ὁ Νῶε ἀφηπήρεσε τὴν στέγην τῆς κιβωτοῦ, ποὺ εἶχε κατασκευάσει, καὶ ὅταν ἐξεσκέπασε τὴν κιβωτόν, εἶδε μὲ τὰ μάτια του ὅτι τὸ νερὸν τοῦ κατακλυσμοῦ εἶχεν ὑποχωρήσει ἀπὸ τὴν ἐπιφάνειαν τῆς γῆς. 14 Καὶ κατὰ τὴν εἰκοστὴν ἑβδόμην ἡμέραν τοῦ δευτέρου μηνός (τοῦ ἑβραϊκοῦ πολιτικοῦ ἔτους), δηλαδὴ τὴν 27ην τοῦ ἰδικοῦ μας μηνὸς Νοεμβρίου, ἐστέγνωσεν ἡ γῆ ἀπὸ τὰ νερὰ τοῦ κατακλυσμοῦ. 15 Ὅταν πλέον ἐκαθαρίσθη ὅλη ἡ κτίσις ἀπὸ τὸν μολυσμόν, ποὺ ἐδημιούργησεν εἰς αὐτὴν ἡ ἁμαρτία τῶν ἀνθρώπων, ὁ παντοδύναμος καὶ ἀπειροτέλειος Θεὸς ἐμίλησε πρὸς τὸν Νῶε καὶ τοῦ εἶπεν· 16 «Ἔβγα ἔξω ἀπὸ τὴν κιβωτὸν σὺ καὶ ἡ γυναῖκα σου καὶ οἱ υἱοί σου καὶ οἱ γυναῖκες τῶν υἱῶν σου, ποὺ εἶναι μαζί σου. 17 Ἐπίσης βγάλε σὺ ὁ ἴδιος μαζί σου ἔξω ἀπὸ τὴν κιβωτὸν καὶ ὅλα τὰ ἄγρια ζῶα, ποὺ εἶναι μαζί σου, καὶ κάθε ζωντανὴν ὕπαρξιν ἀπὸ τὰ πτηνὰ μέχρι τὰ ἥμερα ζῶα καὶ κάθε ἑρπετόν, τὸ ὁποῖον κινεῖται ὡς νὰ σύρεται ἐπάνω εἰς τὴν γῆν. Καὶ καρποφορεῖτε, ἀναπαράγεσθε καὶ πολλαπλασιάζεσθε ἐπάνω εἰς τὴν γῆν». 18 Καὶ ἐβγῆκαν ἀπὸ τὴν κιβωτὸν ὁ Νῶε, μαζί του δὲ καὶ ἡ γυναῖκα του καὶ οἱ υἱοί του καὶ οἱ γυναῖκες τῶν υἱῶν του. 19 Ἀπὸ τὴν κιβωτὸν ἐβγῆκαν ἐπίσης καὶ ὅλα τὰ ἄγρια ζῶα καὶ ὅλα τὰ ἥμερα ζῶα καὶ ὅλα τὰ πτηνὰ καὶ ὅλα τὰ ἑρπετά, τὰ ὁποῖα κινοῦνται ὡς νὰ σύρωνται ἐπάνω εἰς τὴν γῆν, τὸ κάθε ἕνα κατὰ τὸ εἶδος του. 20 Καὶ ὁ Νῶε, μόλις ἐβγῆκε ἀπὸ τὴν κιβωτόν, ἔκτισε πρόχειρον θυσιαστήριον εἰς ἔκφρασιν εὐχαριστίας καὶ εὐγνωμοσύνης πρὸς τὸν Κυριον· καὶ ἐπῆρε ἀπὸ ὅλα τὰ καθαρὰ ζῶα καὶ ἀπὸ ὅλα τὰ καθαρὰ πτηνὰ καὶ προσέφἒρε θυσίαν ὁλοκαυτώματος πρὸς τὸν Θεόν· δηλαδὴ τὰ ἀφῆκε νὰ καοῦν ἐξ ὁλοκλήρου ἐπάνω εἰς τὸ θυσιαστήριον, ποὺ κατεσκεύασε. 21 Καὶ ὁ Θεὸς ὠσφράνθη τὴν εὐωδιάζουσαν μυρωδιὰν τῆς θυσίας· δηλαδὴ ἀπεδέχθη πλήρως τὴν θυσίαν τῆς εὐγνωμοσύνης τοῦ δικαίου Νῶε. Καὶ ὁ παντοδύναμος καὶ ἀπειροτέλειος Θεός, ἀφοῦ ἐσκέφθη, ἀπεφάσισε καὶ εἶπε· «Δὲν θὰ καταρασθῶ πλέον τὴν γῆν διὰ τὰ ἁμάρτωλὰ ἔργα τῶν ἀνθρώπων, διότι ἡ καρδία κάθε ἀνθρώπου ρέπει μὲ πολλὴν ἐπιμέλειαν καὶ μεγάλο ἐνδιαφέρον εἰς τὰ πονηρὰ ἔργα ἀπὸ τὰ παιδικά του χρόνια, ἀπὸ τότε ἀκόμη ποὺ δὲν ἔχει καταλάβει καλά - καλὰ τὸν ἑαυτόν του. Ποτὲ λοιπὸν πλέον εἰς τὸ μέλλον δὲν θὰ πατάξω καὶ δὲν θὰ ἑξαφανίσω κάθε ζωντανὴν ὕπαρξιν, ὅπως ἔκαμα τώρα μὲ τὸν κατακλυσμόν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου