ΓΕΝΕΣΙΣ ΛΑ´ 3 - 16
3 εἶπε δὲ Κύριος πρὸς ᾿Ιακώβ· ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου καὶ εἰς τὴν γενεάν σου, καὶ ἔσομαι μετὰ σοῦ. 4 ἀποστείλας δὲ ᾿Ιακὼβ ἐκάλεσε Λείαν καὶ Ραχὴλ εἰς τὸ πεδίον, οὗ ἦν τὰ ποίμνια. 5 καὶ εἶπεν αὐταῖς· ὁρῶ ἐγὼ τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν, ὅτι οὐκ ἔστι πρὸς ἐμοῦ ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν· ὁ δὲ Θεὸς τοῦ πατρός μου ἦν μετ᾿ ἐμοῦ. 6 καὶ αὐταὶ δὲ οἴδατε, ὅτι ἐν πάσῃ τῇ ἰσχύϊ μου δεδούλευκα τῷ πατρὶ ὑμῶν. 7 ὁ δὲ πατὴρ ὑμῶν παρεκρούσατό με καὶ ἤλλαξε τὸν μισθόν μου τῶν δέκα ἀμνῶν, καὶ οὐκ ἔδωκεν αὐτῷ ὁ Θεὸς κακοποιῆσαί με. 8 ἐὰν οὕτως εἴπῃ, τὰ ποικίλα ἔσται σου μισθός, καὶ τέξεται πάντα τὰ πρόβατα ποικίλα· ἐὰν δὲ εἴπῃ, τὰ λευκὰ ἔσται σου μισθός, καὶ τέξεται πάντα τὰ πρόβατα λευκά· 9 καὶ ἀφείλετο ὁ Θεὸς πάντα τὰ κτήνη τοῦ πατρὸς ὑμῶν καὶ ἔδωκέ μοι αὐτά. 10 καὶ ἐγένετο ἡνίκα ἐνεκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, καὶ εἶδον τοῖς ὀφθαλμοῖς μου ἐν τῷ ὕπνῳ, καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀναβαίνοντες ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διάλευκοι καὶ ποικίλοι καὶ σποδοειδεῖς ραντοί. 11 καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ Θεοῦ καθ᾿ ὕπνον· ᾿Ιακώβ· ἐγὼ δὲ εἶπα· τί ἐστι; 12 καὶ εἶπεν· ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἰδὲ τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διαλεύκους καὶ ποικίλους καὶ σποδοειδεῖς ραντούς· ἑώρακα γάρ ὅσα σοι Λάβαν ποιεῖ· 13 ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ, οὗ ἤλειψάς μοι ἐκεῖ στήλην καὶ ηὔξω μοι ἐκεῖ εὐχήν· νῦν οὖν ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἔσομαι μετὰ σοῦ. 14 καὶ ἀποκριθεῖσαι Ραχὴλ καὶ Λεία εἶπαν αὐτῷ· μή ἐστιν ἡμῖν ἔτι μερὶς ἢ κληρονομία ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν; 15 οὐχ ὡς αἱ ἀλλότριαι λελογίσμεθα αὐτῷ; πέπρακε γὰρ ἡμᾶς καὶ καταβρώσει κατέφαγε τὸ ἀργύριον ἡμῶν. 16 πάντα τὸν πλοῦτον καὶ τὴν δόξαν, ἣν ἀφείλετο ὁ Θεὸς τοῦ πατρὸς ἡμῶν, ἡμῖν ἔσται καὶ τοῖς τέκνοις ἡμῶν. νῦν οὖν ὅσα σοι εἴρηκεν ὁ Θεός, ποίει.

Νεοελληνική απόδοση:
Ὁ Κύριος, ὅταν εἶδε τὸν δοῦλον του νὰ φθονῆται καὶ νὰ κακολογῆται ἀπὸ αὐτούς, τὸν ἐπρόσταξε: «Γύρισε πίσω εἰς τὴν πατρίδα σου, εἰς τὸ σπίτι τοῦ πατέρα σου, κοντὰ εἰς τὰ μέλη τῆς οἰκογενειάς σου». Καὶ διὰ νὰ προχωρήσῃ μὲ θάρρος εἰς τὴν ἐπιστροφήν του, τοῦ ἐπρόσθεσεν ὁ Κύριος: «Ἐγὼ ὁ παντοδύναμος καὶ πανάγαθος Θεὸς θὰ εἶμαι μαζί σου καὶ εἰς τὸ μέλλον». 4 Μετὰ τὴν προσταγὴν αὐτὴν τοῦ Θεοῦ ὁ Ἰακὼβ ἄρχισε νὰ ἑτοιμάζεται διὰ τὴν ἐπιστροφήν. Ἔστειλε μήνυμα πρὸς τὶς γυναῖκες του Λείαν καὶ Ραχὴλ καὶ τὶς ἐκάλεσεν ἔξω εἰς τὴν πεδιάδα, εἰς τὴν στάνην. 5 Καὶ ὅταν ἦλθαν, τοὺς εἶπε: «Παρετήρησα ὅτι ὁ πατέρας σας δὲν μὲ βλέπει μὲ καλὸ μάτι. Τὸ πρόσωπόν του εἶναι σκυθρωπόν· δὲν μοῦ φέρεται φιλικά, ὅπως μοῦ ἐφέρετο ἄλλοτε, ὅπως χθὲς καὶ τὴν προχθεσινὴν ἡμέραν. Παρ' ὅλα αὐτὰ ὁ Θεὸς τοῦ πατέρα μου Ἰσαὰκ ἦταν πάντοτε μαζί μου. 6 Γνωρίζετε δὲ καὶ σεῖς οἱ δύο, ὅτι δὲν τοῦ πταίω οὔτε τὸν ἀδίκησα εἰς τίποτε. Σεῖς γνωρίζετε, ὅτι ἐδούλευσα εἰς τὸν πατέρα σας μὲ ὅλες τὶς δυνάμεις μου, μὲ ὅλην τὴν προθυμίαν καὶ ἀφοσίωσίν μου. 7 Ἐν τούτοις ὁ πατέρας σας κατεδέχθη νὰ μὲ γελάσῃ καὶ νὰ κατακρατήσῃ τὸν μισθόν μου. Ἔφθασεν εἰς τὸ σημεῖον νὰ μὲ ἀπατήσῃ εἰς τὸν λογαριασμὸν τοῦ μικροῦ μισθοῦ μου τῶν δέκα ἀρνιῶν. Ἀλλὰ ὁ Θεὸς δὲν ἐπέτρεψε καὶ δὲν τὸν ἀφῆκε νὰ μοῦ κάμῃ κακόν. 8 Διότι ἐὰν ὁ πατέρας σας ἔλεγεν· «ὁ μισθός σου θὰ εἶναι τὰ σταχτυά, παρδαλὰ καὶ πλουμιστὰ πρόβατα «, τότε ὅλα τὰ πρόβατα θὰ ἐγεννοῦσαν σταχτυά, παρδαλὰ καὶ πλουμιστά. Ἐὰν δὲ ἔλεγεν· «ὁ μισθός σου θὰ εἶναι τὰ ὁλόασπρα», τότε διὰ τὰ πρόβατα θὰ ἐγεννοῦσαν ὁλόασπρα. 9 Ἐπειδὴ δὲ μὲ προστατεύει ὁ Θεός, δι' αὐτο ἀφήρεσεν ὅλα τὰ ζῶα τῶν κοπαδιῶν ἀπὸ τὸν πατέρα σας καὶ τὰ ἔδωκεν εἰς ἑμέ. 10 Καὶ συνέβη τοῦτο· ὅταν τὰ πρόβατα ἔσμιγαν καὶ ἐγονιμοποιοῦντο, εἶδα με τὰ μάτια μου εἰς τὸν ὕπνον μου, ὅτι αὐτοὶ ποὺ ἔσμιγάν μὲ τὶς γίδες καὶ τὶς προβατίνες ἦσαν οἱ πλουμιστοὶ καὶ παρδαλοὶ τράγοι καὶ τὰ σταχτυὰ κριάρια. 11 Καὶ ὁ ἄγγελος τοῦ Θεοῦ παρουσιάσθη εἰς τὸν ὕπνον μου καὶ μοῦ εἶπεν· «»· ἐγὼ δὲ ἀπάντησα· «τί εἶναι; Διάταξέ με». 12 Καὶ ὁ ἄγγελός μου εἶπε: «Σήκωσε τὰ μάτια σου καὶ κύτταξε, ὅτι οῖ πλουμιστοὶ καὶ παρδαλοὶ τράγοι καὶ τὰ σταχτυὰ κριάρια σμίγουν καὶ γονιμοποιοῦν τὶς αἶγες καὶ τὶς προβατίνες. Αὐτὸ γίνεται μὲ τὴν θέλησιν τὴν ἰδικήν μου, διὰ νὰ αὐξηθῇ ἡ περιουσία σου, διότι ἔχω ἰδεῖ ὅλες τὶς ἀδικίες, ποὺ κάμνει συνεχῶς εἰς βάρος σου ὁ Λάβαν, 13 Ἑγὼ εἶμαι ὁ Θεός σου, ὁ ὁποῖος σοῦ ἐφανερώθηκα πρὶν ἀπὸ χρόνια εἰς τὸν ἱερὸν ἐκεῖνον τόπον τῆς Βαιθήλ, «τὸν οἶκον τοῦ Θεοῦ»· εἶμαι ὁ Θεός, εἰς τὸν Ὁποῖον ἔστησες καὶ ἀφιέρωσες στήλην ἀναμνηστικὴν καὶ ἔχυσες εἰς αὐτὴν λάδι καὶ εἰς τὸν ὁποῖον ἔδωκες ἐκεῖ ὑπόσχεσιν καὶ ἔκαμες τάξιμον. Τώρα εἶναι καιρὸς νὰ ἔκτελέσῃς τὸ τάξιμόν σου ἐκεῖνο. Σήκω ἀμέσως καὶ φύγε γρήγορα ἀπὸ τὴν χώραν αὐτήν, τὴν Χαρράν, καὶ πήγαινε εἰς τὸν τόπον τῆς καταγωγῆς σου, εἰς τὴν πατρίδα σου τὴν Χαναάν. Καὶ ἐγὼ ὁ παντοδύναμος καὶ πανάγαθος Θεὸς θὰ εἶμαι πάντοτε μαζί σου. Θὰ σοῦ κάμνω τὴν ὁδοιπορίαν ἄνετον καὶ ἡ παντοδύναμος δεξιά μου θὰ σαὶ προστατεύῃ». 14 Ὅταν ἡ Ραχὴλ καὶ ἡ Λεία ἄκουσαν τὰ λόγια αὐτὰ τοῦ Ἰακώβ, τοῦ εἶπαν: «Μήπως ὑπάρχει ἀκόμη κανένα μερίδιον κληρονομίας εἰς τὸ σπίτι τοῦ πατέρα μας; 15 Μήπως δεν μᾶς ἔχει φερθῆ καὶ δεν μᾶς ἔχει μεταχειρισθῆ ὡσὰν νὰ εἴμεθα ὄχι παιδιά του, ἀλλὰ ξένες καὶ δοῦλες; Διότι κυριολεκτικῶς μᾶς ἐπώλησεν εἰς σέ (μᾶς ἔδωκεν εἰς σὲ συζύγους) ὕστερα ἀπὸ τὴν ἐργασίαν, ποὺ τοῦ ἐδούλευσες ἐπὶ δεκατέσσερα χρόνια, καὶ τώρα ἔχει κατασπαταλήσει ἄδικα καὶ παράνομα ὅλα τὰ χρήματα, ποὺ εἰσέπραξε ἀπὸ τὸν κόπον σου αὐτόν. 16 Ὅλη ἡ περιουσία καὶ τὰ πλούτη, τὰ ὁποῖα ὁ Θεὸς ἀφήρεσεν ἀπὸ τὸν πατέρα μας καὶ ἔδωκεν εἰς σέ, ἀνήκουν εἰς ἡμᾶς καὶ τὰ παιδιά μας. Τώρα λοιπὸν χωρὶς καθυστέρησιν καὶ ἀναβολὴν κάμε αὐτό, ποὺ σὲ διέταξε καὶ σὲ φωτίζει ὁ Θεός».
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου