Δευτέρα 26 Απριλίου 2021

Αγιογραφικό ανάγνωσμα



ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΒ´ 15 - 46
15 Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ. 16 καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν λέγοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπου· 17 εἰπὲ οὖν ἡμῖν, τί σοι δοκεῖ; ἔξεστι δοῦναι κῆνσον Καίσαρι ἢ οὔ· 18 γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπε· Τί με πειράζετε, ὑποκριταί; 19 ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. 20 καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; 21 λέγουσιν αὐτῷ· Καίσαρος· τότε λέγει αὐτοῖς· Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. 22 καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθον. 23 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, οἱ λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν 24 λέγοντες· Διδάσκαλε, Μωσῆς εἶπεν, ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 25 ἦσαν δὲ παρ’ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γαμήσας ἐτελεύτησε, καὶ μὴ ἔχων σπέρμα ἀφῆκε τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ· 26 ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά. 27 ὕστερον δὲ πάντων ἀπέθανε καὶ ἡ γυνή. 28 ἐν τῇ οὖν ἀναστάσει τίνος τῶν ἑπτὰ ἔσται ἡ γυνή; πάντες γὰρ ἔσχον αὐτήν. 29 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ· 30 ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται, ἀλλ’ ὡς ἄγγελοι Θεοῦ ἐν οὐρανῷ εἰσι. 31 περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ λέγοντος, 32 ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ; οὐκ ἔστιν ὁ Θεὸς Θεὸς νεκρῶν, ἀλλὰ ζώντων. 33 καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. 34 Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσε τοὺς Σαδδουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό, 35 καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν, νομικὸς, πειράζων αὐτόν καὶ λέγων· 36 Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; 37 ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου· 38 αὕτη ἐστὶ πρώτη καὶ μεγάλη ἐντολή. 39 δευτέρα δὲ ὁμοία αὐτῇ· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 40 ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται. 41 Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς 42 λέγων· Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστι; λέγουσιν αὐτῷ· Τοῦ Δαυῒδ. 43 λέγει αὐτοῖς· Πῶς οὖν Δαυῒδ ἐν Πνεύματι Κύριον καλεῖ αὐτὸν λέγων, 44 εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; 45 εἰ οὖν Δαυῒδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστι; 46 καὶ οὐδεὶς ἐδύνατο αὐτῷ ἀποκριθῆναι λόγον, οὐδὲ ἐτόλμησέ τις ἀπ’ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.

Νεοελληνική απόδοση:
Τότε ἀφοῦ ἐπῆγαν οἱ Φαρισαῖοι εἰς τὸν τόπον τῶν συσκέψεών τους, συνεφώνησαν νὰ τὸν πιάσουν εἰς παγίδα μὲ λόγον. 16 Καὶ τοῦ ἀποστέλλουν τοὺς μαθητάς των μαζὶ μὲ ἐκεῖνους, ποὺ ἀνῆκον εἰς τὸ κόμμα τοῦ Ἡρῴδου, καὶ τοῦ εἶπαν· Διδάσκαλε, γνωρίζομεν, ὅτι εἶσαι εἰλικρινὴς καὶ ἀληθὴς καὶ διδάσκεις μὲ τὴν ἀλήθειαν καὶ χωρὶς ψέματα τὸν δρόμον τοῦ Θεοῦ καὶ δὲν σὲ μέλει γιὰ τίποτε· διότι δὲν ἐπηρεάζεσαι ἀπὸ σκέψεις καὶ ἰδέας ἀνθρώπων, οὔτε χαρίζεσαι εἰς πρόσωπα. 17 Εἰπέ μας λοιπόν, ποίαν γνώμην ἔχεις; Ἐπιτρέπεται ἢ δὲν ἑπιτρέπεται νὰ δώσωμεν κεφαλικὸν φόρον εἰς τὸν Καίσαρα καὶ νὰ ἀναγνωρίσωμεν ἔτσι ὅτι εἴμεθα ὑποτελεῖς καὶ δοῦλοι τοῦ Καίσαρος; Ἐσκόπευαν δὲ οἱ Φαρισαῖοι ἢ νὰ κινήσουν κατ’ αὐτοῦ τὴν ὀργὴν τοῦ πλήθους, ἐὰν ἐπέτρεπε τὴν πληρωμὴν τοῦ φόρου, ἢ νὰ τὸν καταγγείλουν διὰ τῶν Ἠρωδιανῶν ὡς ἐπαναστάτην, ἐὰν ἀπηγόρευε τὴν πληρωμὴν τοῦ φόρου. 18 Ὁ Ἰησοῦς ὅμως ἀντελήφθη τὴν πονηρίαν τους καὶ εἶπε· διατὶ μὲ ἐκθέτετε εἰς πειρασμόν, ὦ ὑποκριταί; 19 Δείξατέ μου τὸ νόμισμα, μὲ τὸ ὁποῖον πληρώνεται ὁ φόρος.Αὐτοὶ δὲ τοῦ ἔφεραν ἕνα δηνάριον, τὸ ὁποῖον ὡς νόμισμα ρωμαϊκὸν ἔφερεν ἐπάνω τὴν εἰκόνα καὶ τὴν ἐπιγραφὴν τοῦ Καίσαρος. 20 Καὶ τότε δεικνύων τὸ νόμισμα τοὺς λέγει· Ποίου εἶναι αὐτὴ ἡ εἰκόνα καὶ ἡ ἐπιγραφή; 21 Λέγουν εἰς αὐτὸν· τοῦ Καίσαρος.Τότε τοὺς εἶπε· Δώσατε λοιπὸν ὀπίσω εἰς τὸν Καίσαρα ἐκεῖνα, ποῦ ἀνήκουν εἰς τὸν Καίσαρα· καὶ εἰς τὸν Θεὸν δώσατε ἐκεῖνα, ποῦ ἀνήκουν εἰς τὸν Θεόν.Εἰς τὸν Καίσαρα καὶ εἰς τοὺς ἄρχοντας ἀνήκουν οἱ φόροι καὶ ὁ σεβασμὸς καὶ ἡ ὑποταγὴ εἰς τοὺς νόμους, ἐφ’ ὅσον δὲν παραβλάπτουν ταῦτα τὴν εὐσέβειαν.Ἡ ψυχή σας ὅμως καὶ ὁλόκληρον τὸ ἐσωτερικόν σας καὶ ὁ ἑαυτός σας ὅλος ἀνήκουν εἰς τὸν Θεόν. 22 Καὶ ὅταν ἤκουσαν τὴν ἀπάντησιν, ἐθαύμασαν καὶ ἀφοῦ τὸν ἄφησαν, ἔφυγαν. 23 Κατ’ ἐκείνην τὴν ἡμέραν τὸν ἐπλησίασαν οἱ Σαδδουκαῖοι, οἱ ὁποῖοι ἔλεγαν, ὅτι δὲν ὑπάρχει ἀνάστασις νεκρῶν, καὶ τὸν ἡρώτησαν 24 λέγοντες· Διδάσκαλε, ὁ Μωϋσῆς εἶπεν· Ἐὰν κανεὶς ἀποθάνῃ χωρὶς νὰ ἀποκτήσῃ παιδιά, πρέπει νὰ νυμφευθῇ ὁ ἀδελφός του τὴν γυναῖκα του καὶ νὰ γεννήσῃ ἀπόγονον εἰς τὸν ἀδελφόν του. 25 Ἦσαν δὲ μεταξύ μας ἑπτὰ ἀδελφοί.Καὶ ὁ πρῶτος, ἀφοῦ ἦλθεν εἰς γάμον, ἀπέθανε καὶ ἐπειδὴ δὲν εἶχε παιδιά, ἀφῆκε τὴν γυναῖκα του εἰς τὸν ἀδελφόν του· 26 Κατὰ τὸν ἴδιον τρόπον καὶ ὁ δεύτερος καὶ ὁ τρίτος ἐνυμφεύθησαν τὴν αὐτὴν γυναῖκα, μέχρις οὗ καὶ οἱ ἑπτὰ ἔλαβον αὐτήν. 27 Ὕστερον δὲ ἀπὸ ὅλους ἀπέθανε καὶ ἡ γυνή. 28 Κατὰ τὴν ἀνάστασιν λοιπὸν ποίου σύζυγος ἐκ τῶν ἑπτὰ θὰ εἶναι ἡ γυνή; Διότι ὅλοι τὴν εἶχαν γυναῖκα. 29 Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη καὶ τοὺς εἶπε· Πλανᾶσθε καὶ δὲν γνωρίζετε οὔτε τὰς Γραφάς, αἱ ὁποῖαι δὲν ὑποστηρίζουν ὑλιστικὰς καὶ παχυλὰς ἀντιλήψεις περὶ ἀναστάσεως, ὅπως φαντάζεσθε τὴν ἀνάστασιν σεῖς, αὔτε τὴν δύναμιν τοῦ Θεοῦ, διὰ τὴν ὁποίαν τίποτε δὲν εἶναι ἀδύνατον ἢ δύσκολον. 30 Πλανᾶσθε δὲ καὶ δὲν ἐννοεῖτε τὸ ἀληθὲς νόημα τῶν Γραφῶν, διότι δὲν ξεύρετε, ὅτι εἰς τὴν ἀνάστασιν οὔτε οἱ ἄνδρες ἔρχονται εἰς γάμον, οὔτε αἱ γυναῖκες δίδονται εἰς γάμον, ἀλλ’ εἶναι ὅλοι σὰν ἄγγελοι Θεοῦ εἰς τὸν οὐρανόν. 31 Διὰ τὴν ἀνάστασιν δὲ τῶν νεκρῶν δὲν ἀνεγνώσατε ἐκεῖνο, ποῦ σᾶς ἐλέχθη ἀπὸ τὸν Θεόν, ὁ ὁποῖος εἰς καιρόν, ποὺ πρὸ πολλοῦ εἶχον ἀποθάνει οἱ τρεῖς πατριάρχαι, εἶπεν· 32 Ἐγὼ εἶμαι ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ; Δὲν εἶναι ὁ Θεός, Θεὸς νεκρῶν, ποὺ κατάντησαν εἰς ἀνυπαρξίαν, ὅπως φαντάζεσθε σεῖς, ἀλλ’ εἶναι Θεὸς ζωντανῶν.Καὶ οἱ πατριάρχαι λοιπόν, μολονότι εἶναι πεθαμένοι, ζοῦν. 33 Καὶ ὅταν ἤκουσαν αὐτὰ τὸ πλῆθος τοῦ λαοῦ ἐκυριεύθησαν ἀπὸ ἔκπληξιν καὶ βαθὺν θαυμασμὸν διὰ τὴν διδαχήν του. 34 Οἱ δὲ Φαρισαῖοι, ὅταν ἤκουσαν, ὅτι ἀπεστόμωσε τοὺς Σαδδουκαίους, ἐμαζεύθησαν εἰς τὸ αὐτὸ μέρος ὅπου ἦτο καὶ ὁ Ἰησοῦς μετὰ τῶν Σαδδουκαίων, 35 καὶ ἕνας ἀπὸ αὐτοὺς νομοδιδάσκαλος ἠρώτησε δοκιμάζων αὐτόν, σὰν ποίαν ἀπόκρισιν θὰ ἔδιδε, καὶ λέγων· 36 Διδάσκαλε, ποία ἐντολὴ εἶναι ἡ πιὸ μεγάλη μέσα εἰς τὸν νόμον; 37 Ὁ δὲ Ἰησοῦς τοῦ εἶπεν· Ὀφείλεις νὰ ἀγαπᾷς Κύριον τὸν Θεόν σου μὲ ὅλην σου τὴν καρδίαν, ὥστε αὐτὸν ἐξ ὁλοκλήρου νὰ ποθῇς, καὶ μὲ ὅλην σου τὴν ψυχήν, ὥστε ὁλόκληρος ἡ θέλησίς σου εἰς αὐτὸν νὰ εἶναι παραδομένη, καὶ μὲ τὸν νοῦν σου ὁλόκληρον, ὥστε αὐτὸν πάντοτε νὰ σκέπτεσαι. 38 Αὐτὴ εἶναι ἡ πρώτη καὶ μεγάλη ἐντολή. 39 Δευτέρα δὲ ἐντολὴ ὁμοία πρὸς αὐτὴν εἶναι· Νὰ ἀγαπᾷς τὸν πλησίον σου, ὅπως ἀγαπᾷς τὸν ἑαυτόν σου. 40 Εἰς αὐτὰς τὰς δύο ἐντολὰς ὅλος ὁ νόμος καὶ ἡ διδασκαλία τῶν προφητῶν στηρίζονται. 41 Ἐνῷ δὲ ἦσαν συναγμένοι οἱ Φαρισαῖοι, τοὺς ἐρώτησεν ὁ Ἰησοῦς 42 λέγων· Τί ἰδέαν ἔχετε περὶ τοῦ Μεσσίου, ποὺ θὰ ἀναδειχθῇ καὶ θὰ χρισθῇ τοιοῦτος ἀπὸ αὐτὸν τὸν Θεόν; Τίνος ἀπόγονος εἶναι; Λέγουν εἰς αὐτόν· Εἶναι ἀπόγονος τοῦ Δαβίδ. 43 Λέγει εἰς αὐτούς· Πῶς λοιπὸν ὁ Δαβὶδ ἐμπνεόμενος ἀπὸ τὸ Ἅγιον Πνεῦμα τὸν ἀποκαλεῖ Κύριον, ὅταν λέγῃ: 44 Εἶπεν ὁ Κύριος καὶ Θεὸς εἰς τὸν Κύριόν μου Χριστόν· Κάθησε ἐπὶ τοῦ θρόνου μου εἰς τὰ δεξιά μου, μέχρις ὅτου θέσω τοὺς ἐχθρούς σου σὰν ἄλλο ὑποστήριγμα, ποὺ θὰ ἀκουμποῦν καὶ θὰ πατοῦν ἐπάνω τὰ πόδια σου.Ἀλλ’ οἱ πάπποι ποτὲ δὲν καλοῦν τὰ ἐγγόνια καὶ τρισέγγονα τῶν κυρίους των.Οὔτε στέκει ποτὲ οἱ πρόγονοι νὰ προσφωνοῦν τοὺς ἀπογόνους των κυρίους. 45 Ἐὰν λοιπὸν ὁ Δαβὶδ τὸν ἀποκαλῇ Κύριον, πῶς εἶναι υἱὸς καὶ ἀπόγονός του; Αὐτὸ σημαίνει ὅτι ὁ Μεσσίας δὲν εἶναι μόνον υἱὸς τοῦ Δαβίδ, ἀλλὰ καὶ υἱὸς τοῦ Θεοῦ καὶ ὡς τοιοῦτος εἶναι καὶ κύριος τοῦ Δαβίδ. 46 Καὶ κανεὶς δὲν ἠμπόρεσε νὰ τοῦ ἀποκριθῇ οὔτε λέξιν, οὐδὲ ἐτόλμησε κανεὶς ἀπὸ τὴν ἡμέραν ἐκείνην νὰ τὸν ἐρωτήσῃ πλέον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου