Δευτέρα 4 Μαρτίου 2019

Αγιογραφικό ανάγνωσμα


Ἐκ τοῦ κατὰ Λουκᾶν 
ιθ΄ 29 - 40, κβ΄ 7 - 13 
Τῷ καιρῷ ἐκείνῳ, ὡς ἤγγισεν ὁ Ἰησοῦς εἰς Βηθσφαγῆ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον ἐλαιῶν, ἀπέστειλε δύο τῶν μαθητῶν αὐτοῦ 30εἰπών· Ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ' ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισε· λύσαντες αὐτὸν ἀγάγετε. 31καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ, διατί λύετε; οὕτως ἐρεῖτε αὐτῷ, ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει. 32ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς, ἑστῶτα τὸν πῶλον· 33λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπον οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς· Τί λύετε τὸν πῶλον; 34οἱ δὲ εἶπον ὅτι Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει. 35καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιρίψαντες ἑαυτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν. 36πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ. 37ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν Θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων 38λέγοντες· Εὐλογημένος ὁ ἐρχόμενος βασιλεὺς ἐν ὀνόματι Κυρίου· εἰρήνη ἐν οὐρανῷ καὶ δόξα ἐν ὑψίστοις. 39καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπον πρὸς αὐτόν· Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου. 40καὶ ἀποκριθεὶς εἶπεν· Λέγω ὑμῖν ὅτι ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται. Ἦλθε δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ἐν ᾗ ἔδει θύεσθαι τὸ πάσχα, 8καὶ ἀπέστειλε Πέτρον καὶ Ἰωάννην εἰπών· Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν. 9οἱ δὲ εἶπον αὐτῷ· Ποῦ θέλεις ἑτοιμάσωμεν; 10ὁ δὲ εἶπεν αὐτοῖς· Ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν οὗ εἰσπορεύεται, 11καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας· λέγει σοι ὁ διδάσκαλος, ποῦ ἐστι τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 12κἀκεῖνος ὑμῖν δείξει ἀνώγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε. 13ἀπελθόντες δὲ εὗρον καθὼς εἴρηκεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.

Νεοελληνική απόδοση:
Ὅταν ἐπλησίασε, εἰς τὴν Βηθφαγὴ καὶ τὴν Βηθανίαν πρὸς τὸ ὄρος ποὺ ὀνομάζεται ὄρος τῶν Ἐλαιῶν, ἔστειλε δύο ἀπὸ τοὺς μαθητάς του καὶ τοὺς εἶπε, «Πηγαίνετε εἰς τὸ ἀπέναντι χωριό· καθὼς μπαίνετε μέσα, θὰ βρῆτε ἕνα πουλάρι δεμένο, ἐπάνω εἰς τὸ ὁποῖον κανεὶς ἄνθρωπος δὲν ἐκάθησε· λύσατέ το καὶ φέρετέ το ἐδῶ. Καὶ ἂν σᾶς ρωτήσῃ κανείς, «Γιατὶ τὸ λύνετε;». θὰ ἀπαντήσετε ὡς ἑξῆς: «Ὁ Κύριος τὸ ἔχει ἀνάγκην». Ἐπῆγαν οἱ ἀπεσταλμένοι καὶ τὸ εὑρῆκαν νὰ στέκεται, ὅπως τοὺς εἶπε. Τὴν στιγμὴν ποὺ ἔλυναν τὸ πουλάρι, τοὺς εἶπαν οἱ κύριοί του, «Γιατὶ λύνετε τὸ πουλάρι;». Αὐτοὶ δὲ εἶπαν, «Ὁ Κύριος τὸ ἔχει ἀνάγκην». Τὸ ἔφεραν εἰς τὸν Ἰησοῦν καὶ ἀφοῦ ἄστρωσαν εἰς τὸ πουλάρι τὰ ἐνδύματά τους, ἀνέβασαν ἐπάνω του τὸν Ἰησοῦν. Καθὼς προχωροῦσε, ἔστρωναν εἰς τὸν δρόμον τὰ ἐνδύματά τους. Ὅταν δὲ ἐπλησίαζε πλέον πρὸς τὴν κατάβασιν τοῦ ὄρους τῶν Ἐλαιῶν, ἄρχισαν ὅλοι οἱ μαθηταὶ ἀπὸ χαρὰν νὰ δοξολογοῦν τὸν Θεὸν μὲ μεγάλην φωνὴν δι’ ὅλα τὰ θαύματα ποὺ εἶδαν, καὶ ἔλεγαν, Εὐλογημένος ὁ Βασιλεὺς ἐκεῖνος ποὺ ἔρχεται εἰς τὸ ὄνομα τοῦ Κυρίου. Εἰρήνη εἰς τὸν οὐρανὸν καὶ δόξα ἐν τοῖς ὑψίστοις. Μερικοὶ Φαρισαῖοι ἀπὸ τὸ πλῆθος τοῦ εἶπαν, «Διδάσκαλε, νὰ ἐπιπλήξῃς τοὺς μαθητάς σου». Αὐτὸς τοὺς ἀπεκρίθη, «Σᾶς λέγω ὅτι, ἐὰν αὐτοὶ σιωπήσουν, θὰ φωνάξουν οἱ πέτρες». Ἦλθε δὲ ἡ ἡμέρα τῶν ἀζύμων, κατὰ τὴν ὁποίαν ἔπρεπε νὰ θυσιάσουν τὸ πάσχα καὶ ἔστειλε ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰωάννην καὶ τοὺς εἶπε, «Πηγαίνετε, ἑτοιμάστε μας τὸ πάσχα, διὰ νὰ φάγωμεν». Αὐτοὶ εἶπαν, «Ποῦ θέλεις νὰ τὸ ἑτοιμάσωμε;». Ἐκεῖνος δὲ τοὺς εἶπε, «Ὅταν θὰ μπῆτε στὴν πόλι, θὰ σᾶς συναντήσῃ κάποιος ποὺ θὰ κρατῆ μία στάμνα μὲ νερό· ἀκολουθῆστέ τον στὸ σπίτι ποὺ θὰ μπῇ καὶ θὰ πῆτε εἰς τὸν οἰκοδεσπότην τοῦ σπιτιοῦ, «Ὁ Διδάσκαλος σοῦ παραγγέλει, Ποῦ εἶναι τὸ κατάλυμα, ὅπου θὰ φάγω τὸ πάσχα μαζί μὲ τοὺς μαθητάς μου;». Καὶ ἐκεῖνος θὰ σᾶς δείξῃ ἕνα μεγάλο στρωμένο ἀνῶγι· ἐκεῖ ἑτοιμάστε». Ὅταν ἐπῆγαν, βρῆκαν ὅπως τοὺς εἶχε πῆ καὶ ἑτοίμασαν τὸ πάσχα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου