Δευτέρα 25 Σεπτεμβρίου 2017

Το Ευαγγελικό ανάγνωσμα της ημέρας


Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ Β΄ ΕΒΔΟΜΑΔΟΣ 
Ἐκ τοῦ κατὰ Λουκᾶν 
δ΄ 38 - 44 
Τῷ καιρῷ ἐκείνῳ, ῆλθεν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Σίμωνος. Ἡ πενθερὰ δὲ τοῦ Σίμωνος ἦν συνεχομένη πυρετῷ μεγάλῳ, καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς. καὶ ἐπιστὰς ἐπάνω αὐτῆς ἐπετίμησε τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν· παραχρῆμα δὲ ἀναστᾶσα διηκόνει αὐτοῖς. Δύνοντος δὲ τοῦ ἡλίου ἅπαντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ἐπιτιθεὶς ἐθεράπευεν αὐτούς. ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν κραυγάζοντα καὶ λέγοντα ὅτι Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ. καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν Χριστὸν αὐτὸν εἶναι. Γενομένης δὲ ἡμέρας ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον· καὶ οἱ ὄχλοι ἐπεζήτουν αὐτόν, καὶ ἦλθον ἕως αὐτοῦ, καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπ' αὐτῶν. ὁ δὲ εἶπε πρὸς αὐτοὺς ὅτι Καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ Θεοῦ· ὅτι ἐπὶ τοῦτο ἀπέσταλμαι. καὶ ἦν κηρύσσων εἰς τὰς συναγωγὰς τῆς Γαλιλαίας. 

Νεοελληνική απόδοση:
Ὅταν ἔφυγε ἀπὸ τὴν συναγωγήν, ἦλθε εἰς τὴν οἰκίαν τοῦ Σίμωνος. Ἡ πεθερὰ τοῦ Σίμωνος κατείχετο ἀπὸ μεγάλον πυρετὸν καὶ τὸν παρεκάλεσαν γι’ αὐτήν. Καὶ ἀφοῦ ἐστάθηκε ἐπάνω της, ἐπέπληξε τὸν πυρετὸν καὶ τὴν ἄφησε. Ἀμέσως αὐτὴ ἐσηκώθηκε καὶ τοὺς ὑπηρετοῦσε. Κατὰ τὴν δύσιν τοῦ ἡλίου, ὅλοι ὅσοι εἶχαν ἀσθενεῖς ἀπὸ διάφορες ἀρρώστειες, τοὺς ἔφεραν εἰς αὐτόν. Καὶ αὐτὸς ἔβαζε τὰ χέρια του εἰς τὸν καθένα καὶ τοὺς ἐθεράπευε. Ἕβγαιναν δὲ καὶ δαιμόνια ἀπὸ πολλούς, τὰ ὁποῖα ἐφώναζαν, «Σὺ εἶσαι ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ». Καὶ τὰ ἐπέπληττε καὶ δὲν τὰ ἄφηνε νὰ μιλοῦν, διότι ἤξεραν ὄτι αὐτὸς εἶναι ὁ Χριστός. Ὅταν ἔγινε ἡμέρα, ἐβγῆκε καὶ ἐπῆγε εἰς ἔρημον τόπον· καὶ τὰ πλήθη τὸν ἀναζητοῦσαν καὶ ὅταν ἦλθαν ἐκεῖ ποὺ ἦτο τὸν ἐκρατοῦσαν, διὰ νὰ μὴ φύγῃ. Ἀλλ’ αὐτὸς τοὺς εἶπε, «Πρέπει νὰ φέρω τὸ χαρμόσυνον ἄγγελμα τῆς βασιλείας τοῦ Θεοῦ καὶ εἰς τὰς ἄλλας πόλεις, διότι δι’ αὐτὸν τὸν σκοπὸν εἶμαι σταλμένος». Καὶ ἐκήρυττε εἰς τὰς συναγωγὰς τῆς Ἰουδαίας.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου