ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΑ´ 28 - 32
28 Τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπος τις εἶχε τέκνα δύο, καὶ προσελθὼν τῷ πρώτῳ εἶπεν· τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου. 29 ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθε. 30 καὶ προσελθὼν τῷ δευτέρῳ εἶπεν ὡσαύτως. ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθε. 31 τίς ἐκ τῶν δύο ἐποίησε τὸ θέλημα τοῦ πατρός; λέγουσιν αὐτῷ· Ὁ πρῶτος. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. 32 ἦλθε γὰρ πρὸς ὑμᾶς Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐδὲ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.

Ερμηνευτική απόδοση:
Τί δὲ σᾶς φαίνεται δι’ αὐτό, ποὺ θὰ σᾶς εἴπω; Ἔνας ἄνθρωπος εἶχε δύο υἱούς.Καὶ ἐλθὼν εἰς τὸν πρῶτον τοῦ εἶπε· Παιδί μου, πήγαινε σήμερον καὶ δούλεψε εἰς τὸ ἀμπέλι μου. 29 Αὐτὸς δὲ ἀπεκρίθη καὶ εἶπε· Δὲν θέλω νὰ ὑπάγω.Ὕστερον ὅμως μετεμελήθη καὶ ἐπῆγε. 30 Καὶ ἀφοῦ ἦλθεν εἰς τὸν δεύτερον υἱόν, εἶπε τὰ ἴδια.Αὐτὸς δὲ ἀπεκρίθη καὶ εἶπεν· Ἐγώ, κύριε, πηγαίνω.Καὶ δὲν ἐπῆγε. 31 Ποῖος ἀπὸ τοὺς δύο ἔκαμε τὸ θέλημα τοῦ πατρός; Λέγουν εἰς αὐτόν, ὁ πρῶτος· λέγει εἰς αὐτοὺς ὁ Ἰησοῦς· Ἀληθῶς σᾶς λέγω, ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι, αἱ ὁποῖαι ἐν τῇ ἀρχῇ ἐπέδειξαν ἀπείθειαν εἰς τὸν νόμον τοῦ Θεοῦ, προλαμβάνουν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ σᾶς τοὺς Φαρισαίους καὶ γραμματεῖς, οἱ ὁποῖοι μὲ λόγους μόνον ἐδείξατε ὑπακοὴν εἰς τὸν Θεόν, εἰς τὰ πράγματα ὅμως ὑπήρξατε ἀπειθεῖς καὶ ἄπιστοι. 32 Διότι ἦλθε πρὸς σᾶς ὁ Ἰωάννης κηρύττων συμπεριφορὰν καὶ βίον συμμορφωμένον πρὸς τὰς ἀπαιτήσεις τῆς δικαιοσύνης καὶ δὲν ἐπιστεύσατε εἰς αὐτόν.Οἱ τελῶναι ὅμως καὶ αἱ πόρναι ἐπίστευσαν εἰς αὐτόν.Σεῖς δέ, ὅταν τοὺς εἴδατε νὰ πιστεύουν, οὐδὲ κὰν ὕστερον μετεμελήθητε, ὥστε νὰ πιστεύσετε καὶ σεῖς εἰς αὐτόν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου