Τετάρτη 15 Απριλίου 2020

Αγιογραφικό ανάγνωσμα


Πρὸς Κολασσαεῖς Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 1:1-6
Παῦλος, Ἀπόστολος ᾽Ιησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός, τοῖς ἐν Κολασσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου ᾽Ιησοῦ Χριστοῦ. Εὐχαριστοῦμεν τῷ Θεῷ καὶ Πατρὶ τοῦ Κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ πάντοτε περὶ ὑμῶν προσευχόμενοι, ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ ᾽Ιησοῦ καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους, διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς, ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ Εὐαγγελίου τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ, καὶ ἔστι καρποφορούμενον καὶ αὐξανόμενον καθὼς καὶ ἐν ὑμῖν, ἀφ᾽ ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ Θεοῦ ἐν ἀληθείᾳ.

Νεοελληνική απόδοση:
Ὁ Παῦλος, ἀπόστολος τοῦ Ἰησοῦ Χριστοῦ μὲ τὸ θέλημα τοῦ Θεοῦ, καὶ ὁ Τιμόθεος ὁ ἀδελφός, πρὸς τοὺς ἁγίους καὶ πιστοὺς ἀδελφοὺς ἐν Χριστῷ, ποὺ εἶναι εἰς τὰς Κολοσσάς· χάρις νὰ εἶναι σ’ ἐσᾶς καὶ εἰρήνη ἀπὸ τὸν Θεὸν Πατέρα μας καὶ ἀπὸ τὸν Κύριον Ἰησοῦν Χριστόν. Εὐχαριστοῦμεν πάντοτε τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ γιὰ σᾶς, ὅταν προσευχώμεθα, διότι ἀκούσαμε τὴν πίστιν σας εἰς τὸν Χριστὸν Ἰησοῦν καὶ τὴν ἀγάπην σας, τὴν ὁποίαν ἔχετε πρὸς ὅλους τοὺς ἁγίους, ἕνεκα τῆς ἐλπίδος, ἡ ὁποία εἶναι ἀποταμιευμένη γιὰ σᾶς εἰς τοὺς οὐρανούς, περὶ τῆς ὁποίας ἀκούσατε προηγουμένως κατὰ τὸ κήρυγμα τῆς ἀληθείας τοῦ εὐαγγελίου, τὸ ὁποῖον ἦλθε σ’ ἐσᾶς, καθὼς καὶ εἰς ὅλον τὸν κόσμον, καὶ φέρει καρποὺς καὶ αὐξάνει, ὅπως καὶ μεταξύ σας, ἀπὸ τὴν ἡμέραν ποὺ ἀκούσατε καὶ ἐγνωρίσατε ἀληθινὰ τὴν χάριν τοῦ Θεοῦ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου