Τρίτη, 7 Ιανουαρίου 2020

Αγιογραφικό ανάγνωσμα


Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα 19:1-8
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγένετο ἐν τῷ τὸν ᾿Απολλὼ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς ῎Εφεσον· καὶ εὑρὼν μαθητάς τινας εἶπε πρὸς αὐτούς· εἰ Πνεῦμα ῞Αγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ εἶπον πρὸς αὐτόν· ἀλλ᾿ οὐδὲ εἰ Πνεῦμα ῞Αγιόν ἐστιν ἠκούσαμεν. Εἶπέ τε πρὸς αὐτούς· εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπον· εἰς τὸ ᾿Ιωάννου βάπτισμα. Εἶπε δὲ Παῦλος· ᾿Ιωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ᾿ αὐτὸν ἵνα πιστεύσωσι, τοῦτ᾿ ἔστιν εἰς τὸν ᾿Ιησοῦν Χριστόν. Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου ᾿Ιησοῦ. Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας ἦλθε τὸ Πνεῦμα τὸ ῞Αγιον ἐπ᾿ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον. Ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο. Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος, καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.

Νεοελληνική απόδοση:
Ἐνῷ ὁ Ἀπολλὼς ἦτο εἰς τὴν Κόρινθον, ὁ Παῦλος ἐπέρασε τὰ μεσόγεια μέρη καὶ ἦλθε εἰς τὴν Ἔφεσον. Ἐκεῖ εὑρῆκε μερικοὺς μαθητὰς καὶ τοὺς ἐρώτησε, «Ἐλάβατε Πνεῦμα Ἅγιον, ὅταν ἐπιστέψατε;». Ἐκεῖνοι τοῦ εἶπαν, «Οὔτε κἂν ἔχομεν ἀκούσει ἂν ὑπάρχῃ Πνεῦμα Ἅγιον». Τότε τοὺς εἶπε, «Εἰς τί λοιπὸν ἐβαπτισθήκατε;» . Καὶ ἐκεῖνοι εἶπαν, «Εἰς τὸ βάπτισμα τοῦ Ἰωάννου». Ὁ Παῦλος τότε εἶπε, «Ὁ Ἰωάννης ἐβάπτισε βάπτισμα μετανοίας καὶ ἔλεγε εἰς τὸν λαὸν νὰ πιστέψουν εἰς ἐκεῖνον ποὺ ἔρχεται μετὰ ἀπὸ αὐτόν, δηλαδὴ εἰς τὸν Χριστὸν Ἰησοῦν». Ὅταν ἄκουσαν αὐτό, ἐβαπτίσθηκαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ· καὶ ὅταν ὁ Παῦλος ἔβαλε τὰ χέρια ἐπάνω τους, ἦλθε εἰς αὐτοὺς τὸ Πνεῦμα τὸ Ἅγιον καὶ μιλοῦσαν γλώσσας καὶ ἐπροφήτευαν. Ἦσαν δὲ ὅλοι περὶ τοὺς δώδεκα. Κατόπιν ὁ Παῦλος ἐπῆγε εἰς τὴν συναγωγήν, καὶ ἐπὶ τρεῖς μῆνες ἐμιλοῦσε μὲ θάρρος. Συζητοῦσε καὶ ἔπειθε τοὺς Ἰουδαίους περὶ τῆς βασιλείας τοῦ Θεοῦ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου