Δευτέρα 24 Δεκεμβρίου 2018

Το Αποστολικό ανάγνωσμα της ημέρας


Ἡ παραμονή τῆς Χριστοῦ Γεννήσεως.  
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα 1:1-12 
Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ᾿ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι᾿ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν· ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, δι᾿ ἑαυτοῦ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ᾿ αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· «Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε»; καὶ πάλιν· «Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν»; Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· «Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ». Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα»· πρὸς δὲ τὸν υἱόν· «Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσσεως παρὰ τοὺς μετόχους σου». Καί· «Σὺ κατ᾿ ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι». 

Νεοελληνική απόδοση:
 Ἀφοῦ ὁ Θεός, κατὰ πολλοὺς καὶ διαφόρους τρόπους, ἐμίλησε κατὰ τὴν ἀρχαίαν ἐποχὴν εἰς τοὺς πατέρας διὰ τῶν προφητῶν, κατὰ τὰς ἐσχάτας αὐτὰς ἡμέρας μᾶς ἐμίλησε διὰ τοῦ Υἱοῦ, τὸν ὁποῖον ἔκανε κληρονόμον πάντων, διὰ τοῦ ὁποίου καὶ ἐδημιούργησε τὸν κόσμον. Ὁ Υἱὸς αὐτός, ὁ ὁποῖος εἶναι ἡ ἀκτινοβολία τῆς δόξης καὶ ἡ σφραγῖδα τῆς οὐσίας τοῦ Θεοῦ καὶ ὁ ὁποῖος κρατεῖ τὰ πάντα διὰ τοῦ παντοδυνάμου του λόγου, ἀφοῦ ἔκανε καθαρισμὸν τῶν ἁμαρτιῶν μας, ἐκάθησε εἰς τὰ δεξιὰ τῆς Μεγαλωσύνης εἰς τὰ ὕψη, γενόμενος τόσον ἀνώτερος ἀπὸ τοὺς ἀγγέλους, ὅσον τὸ ὄνομα ποὺ ἐκληρονόμησε εἶναι ἐξοχώτερον ἀπὸ τὸ δικόν τους. Διότι σὲ ποιόν ἀπὸ τοὺς ἀγγέλους εἶπε ὁ Θεός, Υἱὸς μου εἶσαι σύ, ἐγὼ σήμερα σὲ ἐγέννησα; καὶ πάλιν, Ἐγὼ θὰ εἶμαι ὁ Πατέρας του καὶ αὐτὸς θὰ εἶναι ὁ Υἱός μου; καὶ πάλιν, ὅταν παρουσιάσῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει, Νὰ τὸν προσκυνήσουν ὅλοι οἱ ἄγγελοι τοῦ Θεοῦ. Καὶ διὰ μὲν τοὺς ἀγγέλους λέγει, Ἐκεῖνος ποὺ κάνει τοὺς ἀγγέλους του σὰν ἀνέμους, καὶ ἐκείνους ποὺ τὸν ὑπηρετοῦν σὰν πυρίνην φλόγα, ἀλλὰ διὰ τὸν Υἱὸν λέγει, Ὁ θρόνος σου, ὦ Θεέ, θὰ παραμείνῃ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος καὶ τὸ σκῆπτρον τῆς εὐθύτητος εἶναι τὸ σκῆπτρον τῆς βασιλείας σου. Ἀγάπησες τὴν δικαιοσύνην καὶ ἐμίσησες τὴν παρανομίαν. Διὰ τοῦτο ὁ Θεός σου, ὦ Θεέ, ἔχρισε μὲ ἔλαιον ἀγαλλιάσεως ἐσὲ μᾶλλον παρὰ τοὺς φίλους σου, καί, Σὺ Κύριε εἰς τὴν ἀρχὴν τὴν γῆν ἐθεμελίωσες καὶ ἔργα τῶν χειρῶν σου εἶναι οἱ οὐρανοί. Αὐτοὶ θὰ καταστραφοῦν, ἀλλὰ σὺ παραμένεις· ὅλοι θὰ παληώσουν σὰν ἔνδυμα, σὰν μανδύαν θὰ τοὺς τυλίξῃς καὶ θὰ ἀλλαγοῦν. Σὺ ὅμως εἶσαι ὁ ἴδιος καὶ τὰ ἔτη σου δὲν θὰ τελειώσουν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου