Σάββατο 16 Ιουνίου 2018

Το Αποστολικό ανάγνωσμα της ημέρας


ΣΑΒΒΑΤΟΝ Γ΄, ΕΒΔΟΜΑΔΟΣ 
Πρὸς Ρωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 3:28-31; 4:1-3 
Ἀδελφοί, λογιζόμεθα πίστει δικαιοῦσθαι ἄνθρωπον χωρὶς ἔργων νόμου. Ἤ ᾿Ιουδαίων ὁ Θεὸς μόνον; Οὐχὶ δὲ καὶ ἐθνῶν; Ναὶ καὶ ἐθνῶν, ἐπεί περ εἷς ὁ Θεὸς ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως. Νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; Μὴ γένοιτο, ἀλλὰ νόμον ἱστῶμεν. Τί οὖν ἐροῦμεν ᾿Αβραὰμ τὸν πατέρα ἡμῶν εὑρηκέναι κατὰ σάρκα; Εἰ γὰρ ᾿Αβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ᾿ οὐ πρὸς τὸν Θεόν. Τί γὰρ ἡ γραφὴ λέγει; «Ἐπίστευσε δὲ ᾿Αβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην». 

Νεοελληνική απόδοση:
Πιστεύομεν λοιπὸν ὅτι ὁ ἄνθρωπος δικαιώνεται μὲ τὴν πίστιν χωρὶς τὰ ἔργα τοῦ νόμου. Νομίζετε ὅτι ὁ Θεὸς εἶναι Θεὸς τῶν Ἰουδαίων μόνον; Δὲν εἶναι καὶ τῶν ἐθνικῶν; Ναὶ καὶ τῶν ἐθνικῶν, ἀφοῦ ἕνας εἶναι ὁ Θεός. Αὐτὸς θὰ δικαιώσῃ τὸν περιτμημένον διὰ τῆς πίστεως καὶ τὸν ἀπερίτμητον διὰ τῆς πίστεως. Καταργοῦμεν λοιπὸν τὸν νόμον διὰ τῆς πίστεως; Μὴ γένοιτο, τοὐναντίον ἀνορθώνομεν τὸν νόμον. Τί θὰ ποῦμε λοιπόν, ὅτι ἐπέτυχε ὁ Ἀβραάμ, ὁ φυσικὸς πατέρας μας; Ἐὰν ὁ Ἀβραὰμ ἔλαβε δικαίωσιν ἀπὸ τὰ ἔργα του, θὰ ἔχῃ λόγον νὰ καυχᾶται ἀλλ’ ὄχι ἐνώπιον τοῦ Θεοῦ. Διότι τί λέγει ἡ γραφή; Ἐπίστεψε ὁ Ἀβραὰμ εἰς τὸν Θεὸν καὶ αὐτὸ τοῦ λογαριάσθηκε πρὸς δικαίωσιν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου