Παρασκευή 11 Αυγούστου 2017

Το Ευαγγελικό ανάγνωσμα της ημέρας


Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Ι΄ ΕΒΔΟΜΑΔΟΣ 
Ἐκ τοῦ κατὰ Ματθαῖον 
κβ΄ 23 - 33 
Τῷ καιρῷ ἐκείνῳ, προσῆλθον τῷ Ἰησοῦ Σαδδουκαῖοι, οἱ λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· Διδάσκαλε, Μωσῆς εἶπεν, ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. ἦσαν δὲ παρ' ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γαμήσας ἐτελεύτησε, καὶ μὴ ἔχων σπέρμα ἀφῆκε τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ· ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά. ὕστερον δὲ πάντων ἀπέθανε καὶ ἡ γυνή. ἐν τῇ οὖν ἀναστάσει τίνος τῶν ἑπτὰ ἔσται ἡ γυνή; πάντες γὰρ ἔσχον αὐτήν. ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ· ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται, ἀλλ' ὡς ἄγγελοι Θεοῦ ἐν οὐρανῷ εἰσι. περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ λέγοντος, ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ; οὐκ ἔστιν ὁ Θεὸς Θεὸς νεκρῶν, ἀλλὰ ζώντων. καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. 

Νεοελληνική απόδοση:
Κατ’ ἐκείνην τὴν ἡμέραν, ἦλθαν εἰς αὐτὸν Σαδδουκαῖοι, οἱ ὁποίοι ἰσχυρίζονται ὅτι δὲν ὑπάρχει ἀνάστασις νεκρῶν καὶ τὸν ἐρώτησαν, «Διδάσκαλε, ὁ Μωϋσῆς εἶπεν, Ἐὰν ἕνας πεθάνῃ ἄτεκνος, τότε πρέπει ὁ ἀδελφός του νὰ νυμφευθῇ τὴν γυναῖκα του καὶ νὰ φέρῃ ἀπογόνους εἰς τὸν ἀδελφόν του. Ἦσαν λοιπὸν σ’ ἐμᾶς ἐπτὰ ἀδελφοί. Ὁ πρῶτος ἀφοῦ ἐνυμφεύθη, ἐπέθανε καὶ, ἐπειδὴ δὲν εἶχε ἀπογόνους, ἄφησε τὴν γυναῖκα του εἰς τὸν ἀδελφόν του. Τὸ ἴδιο συνέβη καὶ εἰς τὸν δεύτερον καὶ εἰς τὸν τρίτον ἕως τὸν ἕβδομον. Τελαυταία δὲ ἀπ’ ὅλους ἐπέθανε ἡ γυναῖκα. Κατὰ τὴν ἀνάστασιν λοιπόν, εἰς ποιὸν ἀπὸ τοὺς ἑπτὰ θὰ ἀνήκῃ ἡ γυναῖκα; Διότι ὅλοι τὴν εἶχαν γυναῖκα». Ἀπεκρίθη ὁ Ἰησοῦς, «Πλανᾶσθε, ἐπειδὴ δὲν γνωρίζετε τὰς γραφὰς οὔτε τὴν δύναμιν τοῦ Θεοῦ. Διότι κατὰ τὴν ἀνάστασιν οὔτε νυμφεύονται οὔτε παντρεύονται, ἀλλὰ εἶναι ὅπως οἱ ἄγγελοι εἰς τὸν οὐρανόν. Ὅσον ἀφορᾷ δὲ τὴν ἀνάστασιν τῶν νεκρῶν, δὲν ἐδιαβάσατε ἐκεῖνον, τὸ ὁποῖον σᾶς εἶπε ὁ Θεός. Ἐγὼ εἶμαι ὁ Θεὸς τοῦ Ἀβραάμ, ὁ Θεὸς τοῦ Ἰσαὰκ καὶ ὁ Θεὸς τοῦ Ἰακώβ; Δὲν εἶναι ὁ Θεὸς, Θεὸς νεκρῶν, ἀλλὰ ζώντων». Καὶ ὅταν τὰ πλήθη ἄκουσαν αὐτά, ἐξεπλάγησαν διὰ τὴν διδασκαλίαν του.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου