Τετάρτη, 9 Αυγούστου 2017

Το Ευαγγελικό ανάγνωσμα της ημέρας


Τῌ ΤΕΤΑΡΤῌ ΤΗΣ Ι΄ ΕΒΔΟΜΑΔΟΣ 
Ἐκ τοῦ κατὰ Ματθαῖον 
κα΄ 28 - 32 
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ἄνθρωπος τις εἶχε τέκνα δύο, καὶ προσελθὼν τῷ πρώτῳ εἶπεν· τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου. ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθε. καὶ προσελθὼν τῷ δευτέρῳ εἶπεν ὡσαύτως. ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθε. τίς ἐκ τῶν δύο ἐποίησε τὸ θέλημα τοῦ πατρός; λέγουσιν αὐτῷ· Ὁ πρῶτος. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. ἦλθε γὰρ πρὸς ὑμᾶς Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐδὲ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ. 

Νεοελληνική απόδοση:
«Ἀλλὰ τὶ νομίζετε περὶ τούτου; Ἕνας ἄνθρωπος εἶχε δύο παιδιά, καὶ ἐπῆγε στὸ πρῶτο καὶ εἶπε, «Παιδί μου, πήγαινε σήμερα νὰ ἐργασθῇς στὸ ἀμπέλι». Αὐτὸς δὲ ἀπεκρίθη, «Δὲν θέλω». Ἀλλὰ ὑστερα μετανόησε καὶ ἐπῆγε. Καὶ ἐπῆγε εἰς τὸν δεύτερον καὶ τοῦ εἶπε τὰ ἴδια. Αὐτὸς δὲ ἀπεκρίθη, «Μάλιστα, κύριε», ἀλλὰ δὲν ἐπῆγε. Ποιὸς λοιπὸν ἀπὸ τοὺς δύο ἔκανε τὸ θέλημα τοῦ πατέρα του;». Λέγουν εἰς αὐτὸν, «Ὁ πρῶτος». Ὁ δὲ Ἰησοῦς τοὺς λέγει, «Ἀλήθεια σᾶς λέγω, ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι πηγαίνουν πρὶν ἀπὸ σᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Διότι ἦλθε ὁ Ἰωάννης σ’ ἐσᾶς καὶ ἐβάδιζε τὸν δρόμον τῆς δικαιοσύνης ἀλλὰ δὲν τὸν ἐπιστέψατε, οἱ τελῶνες ὅμως καὶ αἱ πόρναι τὸν ἐπίστεψαν. Σεῖς δὲ, ἂν καὶ τὰ εἴδατε, οὔτε ὕστερα μετανοήσατε, ὥστε νὰ τὸν πιστέψετε».

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου