Παρασκευή 22 Απριλίου 2016

Ὦ ἡσυχία


Ὦ ἡσυχία, προκοπὴ μοναζόντων·
ὦ ἡσυχία, κλῖμαξ οὐράνιος·
ὦ ἡσυχία, ὁδὸς βασιλείας οὐρανῶν·
ὦ ἡσυχία, κατανύξεως μήτηρ·
ὦ ἡσυχία, ἔσοπτρον ἁμαρτημάτων, ἡ δεικνύουσα ἀνθρώπῳ τὰ πλημμελήματα αὐτοῦ·
ὦ ἡσυχία, ἡ δάκρυα μὴ ἐμποδίζουσα·
ὦ ἡσυχία, πραότητος γεννήτρια·
ὦ ἡσυχία, ταπεινοφροσύνης σύσκηνε·
ὦ ἡσυχία, φόβῳ Θεοῦ συνεζευγμένη, διανοίας φωταγωγέ·
ὦ ἡσυχία, λογισμῶν κατάσκοπε, καὶ διακρίσεως σύμπονε·
ὦ ἡσυχία, γεννήτρια παντὸς ἀγαθοῦ, νηστείας ἑδραίωμα, καὶ γαστριμαργίας ἐμπόδιον·

ὦ ἡσυχία, σχόλασις προσευχῆς καὶ ἀναγνώσεως·
ὦ ἡσυχία, γαλήνη λογισμῶν, καὶ λιμὴν εὔδιος·
ὦ ἡσυχία, ἀμεριμνία ψυχῆς·
ὦ ἡσυχία, ζυγὸς χρηστὸς καὶ φορτίον ἐλαφρὸν, ἀναπαύουσα καὶ βαστάζουσα τὸν βαστάζοντά σε·
ὦ ἡσυχία, εὐφροσύνη ψυχῆς καὶ καρδίας·
ὦ ἡσυχία, ὀφθαλμῶν καὶ ἀκοῆς καὶ γλώσσης χαλινός·
ὦ ἡσυχία περπερότητος ἀναίρεσις, καὶ ἀναιδείας ἐχθρά·
ὦ ἡσυχία, δεσμωτήριον παθῶν·
ὦ ἡσυχία, πάσης ἀρετῆς συνεργὲ, ἀκτημοσύνης πρόξενε, χωρίον Θεοῦ καρποφοροῦν καρποὺς ἀγαθούς·
ὦ ἡσυχία, τεῖχος καὶ ὀχύρωμα τῶν βουλομένων ἀγωνίσασθαι τὴν βασιλείαν τῶν οὐρανῶν.

Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
http://inpantanassis.blogspot.com.eg/

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου