Τετάρτη 3 Ιουνίου 2015

Ἐμοὶ τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος


Πολλὰ τὰ κύματα καὶ χαλεπὸν τὸ κλυδώνιον· ἀλλ' οὐ δεδοίκαμεν, μὴ καταποντισθῶμεν· ἐπὶ γὰρ τῆς πέτρας ἑστήκαμεν. Μαινέσθω ἡ θάλασσα, πέτραν διαλῦσαι οὐ δύναται· ἐγειρέσθω τὰ κύματα, τοῦ Ἰησοῦ τὸ πλοῖον καταποντίσαι οὐκ ἰσχύει. 

Τί δεδοίκαμεν, εἰπέ μοι; Τὸν θάνατον; Ἐμοὶ τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος. Ἀλλ' ἐξορίαν, εἰπέ μοι; Τοῦ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς. 

Ἀλλὰ χρημάτων δήμευσιν; Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲν ἐξενεγκεῖν δυνάμεθα· καὶ τὰ φοβερὰ τοῦ κόσμου ἐμοὶ εὐκαταφρόνητα, καὶ τὰ χρηστὰ καταγέλαστα. 

Οὐ πενίαν δέδοικα, οὐ πλοῦτον ἐπιθυμῶ· οὐ θάνατον φοβοῦμαι, οὐ ζῆσαι εὔχομαι, εἰ μὴ διὰ τὴν ὑμετέραν προκοπήν. ∆ιὸ καὶ τὰ νῦν ὑπομιμνήσκω, καὶ παρακαλῶ τὴν ὑμετέραν θαῤῥεῖν ἀγάπην.

Ἁγίου Ἰωάννου Χρυσοστόμου
http://inpantanassis.blogspot.gr/

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου