ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ Α´ 1 - 12
1 Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, 2 ὃν ἔθηκε κληρονόμον πάντων, δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν· 3 ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, δι’ ἑαυτοῦ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς. 4 Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα. 5 τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε; καὶ πάλιν· ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν; 6 ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ. 7 καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· 8 πρὸς δὲ τὸν υἱόν· ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. 9 ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε, ὁ Θεός, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου· 10 καί· σὺ κατ’ ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· 11 αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, 12 καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.

Νεοελληνική απόδοση:
Πολλὰς φορὰς καὶ μὲ πολλοὺς τρόπους κατὰ τὸν πρὸ Χριστοῦ παλαιότερον χρόνον ὡμίλησεν ὁ Θεὸς εἰς τοὺς προγόνους μας διὰ μέσου τῶν προφητῶν, κατὰ τὰς τελευταίας δὲ αὐτὰς ἡμέρας, ποὺ ἐπῆρε τέλος ἡ Παλαιὰ Διαθήκη, μᾶς ὡμίλησε διὰ μέσου τοῦ Υἱοῦ, 2 τὸν ὁποῖον ἐγκατέστησε κληρονόμον καὶ κύριον ὅλων τῶν κτισμάτων, δι’ αὐτοῦ δὲ ἐδημιούργησε καὶ ὅλα ὅσα ἔγιναν ἐν χρόνῳ. 3 Αὐτὸς ὑπῆρχε πρὸ τῆς δημιουργίας λαμπρὰ ἀκτινοβολία τῆς ἐνδόξου φύσεως τοῦ Πατρός. Ἦτο λοιπὸν φῶς ἐκ φωτὸς καὶ συνάναρχος μὲ τὸν Πατέρα, ἀφοῦ ὁ Πατὴρ πάντοτε ἀκτινοβλοῦσε καὶ οὐδέποτε ὑπῆρξε σβησμένος ἥλιος. Ἦτο ἀκόμη ἀκριβὲς ἀποτύπωμα καὶ ζωντανὴ εἰκὼν τῆς οὐσίας τοῦ Πατρός, ἴσος δηλαδὴ καὶ ἀπαράλλακτος πρὸς τὸν Πατέρα. Καὶ περιέφερε καὶ ἐκυβέρνα τὰ πάντα μὲ τὸ παντοδύναμον πρόσταγμά του. Καὶ ἀφοῦ ἔγινεν ἄνθρωπος καὶ διὰ τοῦ ἑαυτοῦ του καὶ τῆς θυσίας τοῦ αἵματός του ἔκαμε καθαρισμὸν τῶν ἁμαρτιῶν μας, ἐκάθισεν εἰς τὰ δεξιὰ τῆς μεγαλειότητος τοῦ Πατρός, ἐτιμήθη δηλαδὴ καὶ ἐδοξάσθη ὑπὸ τοῦ Θεοῦ καὶ ὡς ἄνθρωπος καὶ ἀνυψώθη ὑψηλότερα ἀπὸ ὅλην τὴν κτίσιν, διότι ἐκάθισε καὶ ὡς ἄνθρωπος εἰς αὐτὸν τὸν θρόνον τοῦ Πατρός. 4 Καὶ ἀνεδείχθη καὶ ὡς ἄνθρωπος τόσον πολὺ ὑπεροχώτερος κατὰ τὴν ἀξίαν καὶ δύναμιν ἀπὸ τοὺς ἀγγέλους, ὅσον διαφορετικώτερον καὶ ἐξοχώτερον ἀπὸ αὐτοὺς ἔχει κληρονομήσει ὄνομα, τὸ ὄνομα τοῦ μονογενοῦς Υἱοῦ. 5 Διότι εἰς ποῖον ἀπὸ τοὺς ἀγγέλους εἶπε ποτὲ ὁ Θεός· Υἱός μου εἶσαι σύ, ἐγὼ ὅτε διὰ τῆς ἀναστάσεως καὶ ἀναλήψεως ἐδόξασα καὶ ἐθέωσα τὴν ἀνθρωπίνην φύσιν, τὴν ὁποίαν ὑπερφισικῶς ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς παρθένου σοῦ ἔδωκα σήμερον, σὲ ἐγέννησα. Καὶ πάλιν εἰς ἄλλο μέρος τῆς Γραφῆς εἶπεν ὁ Θεός· Ἐγὼ θὰ εἶμαι Πατὴρ εἰς αὐτόν, τὸν ἐνανθρωπήσαντα Ἰησοῦν, καὶ αὐτὸς θὰ εἶναι εἰς ἐμὲ Υἱός. 6 Ὅταν δὲ θὰ εἰσαγάγῃ μὲ δόξαν καὶ δύναμιν, διὰ νὰ κρίνῃ τὴν οἰκουμένην, τὸν Υἱόν, ποὺ ἐγεννήθη ἀπὸ τὸν Πατέρα πρὸ πάσης κτίσεως, λέγει· Καὶ ἂς προσκυνήσουν αὐτὸν ὅλοι οἱ ἄγγελοι τοῦ Θεοῦ. Ὁ ἐνανθρωπήσας λοιπὸν Υἱὸς εἶναι καὶ τῶν ἀγγέλων Κύριος. 7 Καὶ ὡς πρὸς μὲν τοὺς ἀγγέλους λέγει· Ὁ Θεός, ὁ ὁποῖος κάνει τοὺς ἀγγέλους του ταχεῖς καὶ λεπτοὺς σὰν τοὺς ἀνέμους καὶ τοὺς λειτουργούς, ποὺ τὸν ὑπηρετοῦν, λαμπροὺς καὶ δραστικοὺς σὰν τὴν φλόγα τοῦ πυρός. 8 Ὅσον δὲ ἀφορᾷ εἰς τὸν Υἱὸν λέγει· Ὁ βασιλικός σου θρόνος, ὦ Θεέ, μένει στερεὸς καὶ ἀσάλευτος εἰς τοὺς ἀτελειώτους αἰῶνας. Ἡ βασιλική σου ράβδος εἶναι ράβδος καὶ ἐξουσία εὐθύτητος καὶ δικαιοσύνης. 9 Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν. Διὰ τοῦτο, ὦ Θεέ, σὲ ἔχρισεν ὁ Πατήρ σου, ὁ ὁποῖος κατὰ τὴν ἀνθρωπίνην φύσιν σου εἶναι Θεός σου, μὲ τὸ χρῖσμα τοῦ Ἁγίου Πνεύματος, ποῦ φέρει χαρὰν καὶ ἀγαλλίασιν εἰς τὸν χριόμενον. Καὶ σοῦ ἔδωκε τὸ χρῖσμα αὐτὸ πολὺ παραπάνω ἀπὸ ἐκείνους, ποῦ μετέχουν μαζὶ μὲ σὲ εἰς τὴν χρῖσιν ταύτην. Διότι δὲν ἔδωκε καὶ εἰς σὲ τὸ Ἅγιον Πνεῦμα μὲ μέτρον, ὅπως εἰς τοὺς ἄλλους πιστούς, ἀλλὰ σοῦ τὸ ἔδωκεν ὁλόκληρον. 10 Καὶ πάλιν λέγει ἡ Γραφὴ περὶ τοῦ Υἱοῦ· Σύ, Κύριε, ἐν τῇ ἀρχῇ τῆς δημιουργίας ἐστήριξες τὴν γῆν σὰν ἐπάνω εἰς θεμέλιον στερεὸν καὶ ἔργα τῶν χειρῶν σου εἶναι οἱ οὐρανοί. 11 Αὐτοὶ θὰ χαλασθοῦν καὶ θὰ ἀλλάξουν τὸ σημερινόν των σχῆμα. Σὺ ὅμως παραμένεις ἀναλλοίωτος καὶ ἀμετάβλητος. Καὶ ὅλος ὁ κόσμος σὰν ἔνδυμα θὰ παληώσῃ 12 καὶ σὰν ἐξωτερικὸν ροῦχον, ποὺ περιβάλλονται οἱ ἄνθρωποι, θὰ τὸν γυρίσῃς καὶ θὰ τὸν περιτυλίξῃς καὶ θὰ ἀλλάξῃ γινόμενος καινούργιος. Σὺ ὅμως εἶσαι πάντοτε ὁ ἴδιος καὶ τὰ ἔτη σου θὰ εἶναι ἀτελείωτα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου