ΠΡΟΣ ΓΑΛΑΤΑΣ Β´ 11 - 16
11 Ὅτε δὲ ἦλθε Πέτρος εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὅτι κατεγνωσμένος ἦν. 12 πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ἦλθον, ὑπέστελλε καὶ ἀφώριζεν ἑαυτόν, φοβούμενος τοὺς ἐκ περιτομῆς. 13 καὶ συνυπεκρίθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι, ὥστε καὶ Βαρνάβας συναπήχθη αὐτῶν τῇ ὑποκρίσει. 14 ἀλλ’ ὅτε εἶδον ὅτι οὐκ ὀρθοποδοῦσι πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου, εἶπον τῷ Πέτρῳ ἔμπροσθεν πάντων· εἰ σὺ Ἰουδαῖος ὑπάρχων ἐθνικῶς ζῇς καὶ οὐκ ἰουδαϊκῶς, τί τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐζειν; 15 Ἡμεῖς φύσει Ἰουδαῖοι καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί, 16 εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ.

Νεοελληνική απόδοση:
Ὅταν δὲ ἦλθεν ὁ Πέτρος εἰς τὴν Ἀντιόχειαν, ἐπὶ παρουσίας τοῦ ἀντέστην καὶ διεφώνησα πρὸς αὐτόν, διότι ἦτο ἀξιοκατάκριτος. 12 Καὶ ἦτο ἀξιοκατάκριτος, διότι προτοῦ νὰ ἔλθουν μερικοὶ ἀπὸ τοὺς Χριστιανοὺς τῶν Ἱεροσολύμων, ὅπου ὁ Ἰάκωβος ἦτο ἐπίσκοπος, συνέτρωγε μὲ τοὺς ἐξ ἐθνῶν Χριστιανούς. Ὅταν ὅμως ἦλθον οὖτοι, ἀπέφευγε καὶ ἀπεχωρίζετο, φοβούμενος μήπως σκανδαλίση τοὺς ἐξ Ἰουδαίων Χριστιανούς. 13 Καὶ ὑπεκρίθησαν μαζί του καὶ οἱ λοιποὶ ἐν Ἀντιοχείᾳ ἐξ Ἰουδαίων Χριστιανοί, ὥστε συμπαρεσύρθη εἰς τὴν ὑποκρισίαν των ἐκείνην καὶ αὐτὸς ἀκόμη ὁ Βαρνάβας. 14 Ἀλλ’ ὅταν εἶδα ὅτι δὲν βαδίζουν ὀρθῶς ὡς πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου, εἶπα εἰς τὸν Πέτρον ἐμπρὸς εἰς ὅλους: Ἐὰν σύ, καίτοι εἶσαι ἐκ γενετῆς Ἰουδαῖος, ζῇς καὶ πολιτεύεσαι τώρα, ποὺ ἔγινες μαθητὴς τοῦ Χριστοῦ, ὅπως οἱ ἐξ ἐθνικῶν Χριστιανοὶ καὶ ὄχι ὅπως οἱ Ἰουδαῖοι, διατὶ μὲ αὐτό, ποὺ κάνεις τώρα, ἀναγκάζεις τοὺς ἐξ ἐθνῶν Χριστιανοὺς νὰ ἀκολουθοῦν τὰ ἔθιμα καὶ τὰς παραδόσεις τῶν Ἰουδαίων; 15 Ἡμεῖς εἴμεθα ἐκ γενετῆς Ἰουδαῖοι καὶ δὲν εἴμεθα ἐθνικοί, ποὺ ἀγνοοῦν τὸν ἀληθῆ Θεὸν καὶ δουλεύουν εἰς τὴν ἁμαρτίαν. 16 Ἐπειδὴ ὅμως ἐμάθαμεν ἀπὸ τὴν προσωπικήν μας πεῖραν, ὅτι δὲν γίνεται δίκαιος ὁ ἄνθρωπος μὲ τὴν τήρησιν τῶν τυπικῶν διατάξεων τοῦ μωσαϊκοῦ νόμου, ἀλλὰ μόνον διὰ μέσου τῆς πίστεως εἰς τὸν Ἰησοῦν Χριστόν, καὶ ἡμεῖς ἐπιστεύσαμεν εἰς τὸν Ἰησοῦν Χριστόν, διὰ νὰ γίνωμεν δίκαιοι ἀπὸ τὴν πίστιν εἰς τὸν Χριστὸν καὶ ὄχι ἀπὸ τὰ ἔργα τοῦ μωσαϊκοῦ νόμου. Διότι, καθὼς ἀναφέρεται καὶ εἰς τοὺς ψαλμούς, διὰ τῶν ἔργων τοῦ νόμου δὲν θὰ δικαιωθῇ κανένας ἄνθρωπος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου