Παρασκευή 7 Μαΐου 2021

Αγιογραφικό ανάγνωσμα



ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ Γ´ 1 - 8
1 Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην. 2 καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο, ὃν ἐτίθουν καθ’ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην ὡραίαν τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν· 3 ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερὸν ἠρώτα ἐλεημοσύνην. 4 ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ εἶπε· Βλέψον εἰς ἡμᾶς. 5 ὁ δὲ ἐπεῖχεν αὐτοῖς προσδοκῶν τι παρ’ αὐτῶν λαβεῖν. 6 εἶπε δὲ Πέτρος· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου ἔγειρε καὶ περιπάτει. 7 καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρε· παραχρῆμα δὲ ἐστερεώθησαν αὐτοῦ αἱ βάσεις καὶ τὰ σφυρά, 8 καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλθε σὺν αὐτοῖς εἰς τὸ ἱερὸν περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν Θεόν.

Νεοελληνική απόδοση:
Κατὰ μίαν δὲ ἀπὸ τὰς ἡμέρας αὐτὰς ἀνέβαιναν μαζὶ εἰς τὸ ἱερὸν ὁ Πέτρος καὶ ὁ Ἰωάννης κατὰ τὴν ἐνάτην ὥραν τῆς προσευχῆς, ἤτοι κατὰ τὴν τρίτην ἀπογευματινήν. 2 Καὶ κατὰ τὴν στιγμὴν ἐκείνην ἔφεραν εἰς τὰ χέρια κάποιον ἄνθρωπον, ποὺ ἦτο χωλὸς ἀπὸ τὴν κοιλίαν τῆς μητέρας του, καὶ τὸν ὁποῖον ἔβαναν κάθε ἡμέραν εἰς τὴν πόρταν τοῦ ἱεροῦ περιβόλου τοῦ ναοῦ, ἡ ὁποία ἐκαλεῖτο Ὡραία, διὰ νὰ ζητῇ ἐλεημοσύνην ἀπὸ ἐκείνους, ποὺ ἔμβαιναν εἰς τὸ ἱερόν. 3 Οὗτος δέ, ὅταν εἶδε τὸν Πέτρον καὶ τὸν Ἰωάννην, οἱ ὁποῖοι ἔμελλον νὰ ἔμβουν εἰς τὸ ἱερόν, ἐζήτει νὰ λάβῃ καὶ ἀπὸ αὐτοὺς ἐλεημοσύνην. 4 Τότε ὁ Πέτρος διηύθυνε καὶ ἐστήριξε τὰ βλέμματά του εἰς αὐτὸν μαζὶ μὲ τὸν Ἰωάννην καὶ εἶπε· Κύτταξέ μας προσεκτικά. 5 Αὐτὸς δὲ ἐστράφη μὲ ἐνδιαφέρον εἰς αὐτοὺς περιμένων νὰ λάβῃ κάποιαν ἐλεημοσύνην ἀπὸ αὐτούς. 6 Εἶπε δὲ ὁ Πέτρος· Οὔτε ἀργυρᾶ οὔτε χρυσᾶ νομίσματα ἔχω. Ἐκεῖνο δὲ ποὺ ἔχω, αὐτὸ καὶ σοῦ δίδω. Διὰ τῆς δυνάμεως, τὴν ὁποίαν δίδει ἡ μετὰ πίστεως ἐπίκλησις τοῦ ὀνόματος τοῦ Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, σήκω ὄρθιος καὶ περιπάτει. 7 Καὶ ἀφοῦ τὸν ἔπιασεν ἀπὸ τὸ δεξιόν του χέρι, τὸν ἐσήκωσε ὄρθιον· ἀμέσως δὲ ἐστερεώθησαν οἱ πατοῦσες του καὶ οἱ ἀστράγαλοί του. 8 Καὶ γεμᾶτος χαρὰν ὁ χωλὸς ἐσηκώθη ἀπὸ τὴν θέσιν του μὲ πηδήματα καὶ ἐστάθη ὄρθιος καὶ ἐβάδιζεν ἐλεύθερα. Καὶ ἐμβῆκε μαζὶ μὲ αὐτοὺς εἰς τὸ ἱερόν, περιπατῶν ἐλεύθερα καὶ πηδῶν καὶ δοξάζων τὸν Θεόν, ποὺ τὸν ἐθεράπευσε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου