ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΙΔ´ 6 - 18
6 συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον, 7 κἀκεῖ ἦσαν εὐαγγελιζόμενοι. 8 Καί τις ἀνὴρ ἐν Λύστροις ἀδύνατος τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων, ὃς οὐδέποτε περιεπεπατήκει. 9 οὗτος ἤκουσε τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι πίστιν ἔχει τοῦ σωθῆναι, 10 εἶπε μεγάλῃ τῇ φωνῇ· Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός. καὶ ἥλατο καὶ περιεπάτει. 11 οἱ δὲ ὄχλοι ἰδόντες ὃ ἐποίησεν ὁ Παῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες· Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς· 12 ἐκάλουν τε τὸν μὲν Βαρνάβαν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου. 13 ὁ δὲ ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως αὐτῶν, ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας, σὺν τοῖς ὄχλοις ἤθελε θύειν. 14 ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια αὐτῶν εἰσεπήδησαν εἰς τὸν ὄχλον κράζοντες 15 καὶ λέγοντες· Ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ τὸν Θεὸν τὸν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· 16 ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασε πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν· 17 καίτοι γε οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν ἀγαθοποιῶν, οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν. 18 καὶ ταῦτα λέγοντες μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς.

Νεοελληνική απόδοση:
τὸ ἀντελήφθησαν οὗτοι καὶ κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας Λύστραν καὶ Δέρβην καὶ εἰς τὰ περίχωρα αὐτῶν. 7 Καὶ ἐκεῖ ἐξηκολουθοῦν νὰ κηρύττουν τὸ εὐαγγέλιον. 8 Καὶ ἐκάθητο κάποιος ἄνθρωπος εἰς τὰ Λύστρα, ποὺ εἶχεν ἀδυναμίαν εἰς τὰ πόδια, διότι ἦτο χωλὸς ἀπὸ τὴν κοιλίαν τῆς μητέρας του καὶ δὲν εἶχε περιπατήσει ποτὲ εἰς τὴν ζωήν του. 9 Αὐτὸς ἤκουε μὲ προσοχὴν καὶ ἐνδιαφέρον τὸν Παῦλον, ὅταν ἐκήρυττεν. Ὁ Παῦλος δέ, ὅταν εἰς κάποιαν στιγμὴν τὸν παρετήρησε προσεκτικὰ καὶ εἶδεν, ὅτι εἶχε τὴν πίστιν, ποὺ ἐχρειάζετο διὰ νὰ γίνῃ τὸ θαῦμα τῆς θεραπείας του, 10 εἶπε μὲ μεγάλην φωνήν· Σήκω ὀρθὸς εἰς τὰ πόδια σου. Καὶ ἐκεῖνος ἐπήδησεν ἐπάνω καὶ περιεπάτει. 11 Τὰ πλήθη δὲ τοῦ λαοῦ, ὅταν εἶδαν αὐτό, ποὺ ἔκαμεν ὁ Παῦλος, ἐσήκωσαν τὴν φωνήν τους καὶ ἔλεγαν εἰς τὴν Λυκαονικὴν γλῶσσαν· Οἱ θέοι ἔγιναν ὅμοιοι πρὸς τοὺς ἀνθρώπους καὶ κατέβησαν πρὸς ἡμᾶς. 12 Καὶ ἐκάλουν τὸν μὲν Βαρνάβαν Δία, ὡς περισσότερον ἠλικιωμένον καὶ σοβαρώτερον· τὸν δὲ Παῦλον ἐκάλουν Ἑρμῆν, διότι αὐτὸς ἦτο ὁ ἀρχηγὸς τοῦ λόγου καὶ ὡμίλει περισσότερον καὶ εὐχερέστερον. 13 Ἐν τῷ μεταξὺ δὲ ὁ ἱερεὺς τοῦ Διός, τοῦ ὁποίου ὁ ναὸς ἦτο ἔξω ἀπὸ τὴν πόλιν τῶν Λύστρων, ἔφερε πρὸς τὸ γειτονικὸν πρὸς τὸν ναὸν μέρος, ὅπου ἦσαν αἱ πόρται τοῦ τείχους τῆς πόλεως, ταύρους καὶ στεφάνους, μὲ τοὺς ὁποίους θὰ ἐστεφάνωναν τὰ ζῶα, ποὺ θὰ ἐθυσιάζοντο, καὶ ἤθελε μαζὶ μὲ τὸ πλῆθος τοῦ λαοῦ νὰ προσφέρῃ θυσίαν πρὸς λατρείαν τῶν δύο ἀποστόλων. 14 Ὅταν ὅμως ἤκουσαν ταῦτα οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, ἐξέσχισαν τὰ ρούχα των πρὸς ἐκδήλωσιν τῆς ἀγανακτήσεως καὶ ἀποστροφῆς των κατὰ τῆς εἰδωλολατρικῆς ταύτης πράξεως καὶ τῆς ἀσεβοῦς θεοποιήσεως, ποὺ τοὺς ἔκαμαν οἱ κάτοικοι τῶν Λύστρων, καὶ ἐπήδησαν μέσα εἰς τὸ πλῆθος τοῦ λαοῦ φωνάζοντες 15 καὶ λέγοντες· Ἄνθρωποι, τί εἶναι αὐτά, ποὺ κάνετε; Καὶ ἡμεῖς εἴμεθα ἄνθρωποι μὲ τὴν αὐτὴν ἀσθενῆ καὶ θνητὴν φύσιν, ποὺ ἔχετε καὶ σεῖς. Καὶ σᾶς κηρύττομεν νὰ ἀφήσετε τὰ μάταια αὐτά, ποὺ σχεδιάζετε νὰ κάνετε ὡς θυσίαν εἰς θεοὺς ψευδεῖς καὶ τιποτένιους καὶ νὰ ἐπιστρέψετε εἰς τὸν Θεόν, ποὺ δὲν εἶναι νεκρὸς σὰν τὰ εἴδωλα, ἀλλ’ εἶναι Θεὸς ζωντανός, ὁ ὁποῖος ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ ὅλα, ὅσα ὑπάρχουν εἰς αὐτά. 16 Ὁ Θεὸς αὐτὸς εἰς τὰς παρελθοῦσας γενεὰς ἐγκατέλιπεν ὅλους τοὺς ἐθνικοὺς νὰ πολιτεύωνται καὶ νὰ συμπεριφέρωνται κατὰ τὰς ἁμαρτωλὰς συνηθείας των καὶ τὰ εἰδωλολατρικὰ φρονήματά των. 17 Καὶ ἔζων ἐκεῖνοι εἰδωλολατρικῶς μακρὰν τοῦ ἀληθινοῦ Θεοῦ καὶ ἀγνοοῦντες αὐτόν, καίτοι ὁ Θεὸς δὲν ἀφῆκεν ἄγνωστον καὶ χωρὶς μαρτυρίαν τὸν ἑαυτόν του. Διότι ἐξηκολούθει καὶ τότε νὰ σᾶς εὐεργετῇ καὶ νὰ σᾶς δίδῃ ἐξ οὐρανοῦ βροχὰς καὶ ἐποχάς, κατὰ τὰς ὁποίας γίνονται καὶ ὠριμάζουν οἱ καρποί, καὶ παρεῖχεν ἀφθόνως τροφὴν καὶ εὐφροσύνην εἰς τὰς καρδίας σας. 18 Καὶ μὲ αὐτά, ποὺ ἔλεγαν οἱ ἀπόστολοι, μόλις καὶ μετὰ βίας ἐσταμάτησαν τοὺς ὄχλους, ὥστε νὰ μὴ προσφέρουν θυσίαν εἰς αὐτούς.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου