Τετάρτη 7 Απριλίου 2021

Αγιογραφικό ανάγνωσμα



ΓΕΝΕΣΙΣ Θ´ 18 - 29
18 ῏Ησαν δὲ οἱ υἱοὶ Νῶε, οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ, Σήμ, Χάμ, ᾿Ιάφεθ· Χάμ δὲ ἦν πατὴρ Χαναάν. 19 τρεῖς οὗτοί εἰσιν υἱοὶ Νῶε· ἀπὸ τούτων διεσπάρησαν ἐπί πᾶσαν τὴν γῆν. 20 Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς καὶ ἐφύτευσεν ἀμπελῶνα. 21 καὶ ἔπιεν ἐκ τοῦ οἴνου καὶ ἐμεθύσθη καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ. 22 καὶ εἶδε Χὰμ ὁ πατὴρ Χαναὰν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτοῦ καὶ ἐξελθὼν ἀνήγγειλε τοῖς δυσὶν ἀδελφοῖς αὐτοῦ ἔξω. 23 καὶ λαβόντες Σὴμ καὶ ᾿Ιάφεθ τὸ ἱμάτιον ἐπέθεντο ἐπὶ τὰ δύο νῶτα αὐτῶν καὶ ἐπορεύθησαν ὀπισθοφανῶς καὶ συνεκάλυψαν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν, καὶ τὸ πρόσωπον αὐτῶν ὀπισθοφανῶς, καὶ τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν οὐκ εἶδον. 24 ἐξένηψε δὲ Νῶε ἀπὸ τοῦ οἴνου καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος, 25 καὶ εἶπεν· ἐπικατάρατος Χαναάν· παῖς οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ. 26 καὶ εἶπεν· εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Σήμ, καὶ ἔσται Χαναὰν παῖς οἰκέτης αὐτοῦ. 27 πλατύναι ὁ Θεὸς τῷ ᾿Ιάφεθ, καὶ κατοικησάτω ἐν τοῖς οἴκοις τοῦ Σὴμ καὶ γενηθήτω Χαναὰν παῖς αὐτοῦ. 28 ῎Εζησε δὲ Νῶε μετὰ τὸν κατακλυσμὸν ἔτη τριακόσια πεντήκοντα. 29 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Νῶε ἐννακόσια πεντήκοντα ἔτη, καὶ ἀπέθανεν.

Νεοελληνική απόδοση:
Οἱ δὲ υἱοὶ τοῦ Νῶε, ποὺ ἐβγῆκαν ἀπὸ τὴν κιβωτόν, ἦσαν ὁ Σήμ, ὁ Χὰμ καὶ ὁ Ἰἀφεθ. Ὁ Χὰμ ἦταν γενάρχης καὶ πρόγονος τῶν Χαναναίων. 19 Αὐτοί οἰ τρεῖς ἦσαν οἱ υἱοὶ τοῦ Νῶε· ἀπὸ αὐτοὺς τοὺς τρεῖς ἐγεννήθησαν καὶ διεσκορπίσθησαν οἱ ἄνθρωποι εἱς ὅλην τὴν γῆν. 20 Καὶ ὁ Νῶε, ποὺ ἦταν γεωργός, ἄρχισε τὴν καλλιέργειαν τῆς γῆς καὶ ἐφύτευσεν ἀμπέλι. 21 Καὶ ἤπιεν ἀπὸ τὸ κρασὶ τοῦ ἀμπελιοῦ καὶ ἐμέθυσεν· ἐπανω εἰς τὸ μεθύσι τοῦ ἔβγαλε ὅλα τὰ ροῦχα του καὶ ἐγυμνώθη μέσα εἰς τὸ σπίτι του. 22 Καὶ ὁ Χάμ, ὁ γενάρχης τῶν Χαναναίων, εἶδε τὴν γύμνωσιν τοῦ πατέρα του καὶ δὲν ἐντράπη· ἀφοῦ δὲ ἐβγῆκεν ἀπὸ τὸ σπίτι, ἔτρεξε καὶ ἐγνωστοποίησε τὸ γεγονὸς μὲ τρόπον χλευαστικὸν εἰς τοὺς ἄλλους δύο ἀδελφούς του, τὸν Σὴμ καὶ τὸν Ἰάφεθ, ποὺ εὑρίσκοντο ἔξω. 23 Ἀλλὰ ὁ Σὴμ καὶ ὁ Ἰάφεθ, ἀφοῦ ἐπῆραν τὸν χιτῶνα τοῦ πατέρα των, τὸν ἄπλωσαν ἐπάνω εἰς τοὺς ὤμους των καὶ βαδίζοντες πρὸς τὰ πίσω, ἐπλησίασαν τὸν πατέρα των καὶ ἐσκέπασαν τὴν γύμνωσίν του· καὶ τὸ πρόσωπόν των τὸ εἶχαν στραμμένον πρὸς τὴν ἀντίθετον κατεύθυνσιν καὶ ἔτσι αὐτοί οἰ δύο δὲν εἶδαν καθόλου τὴν γύμνωσιν τοῦ πατέρα των. 24 Ἀνέκτησε δὲ ὁ Νῶε τὴν πνευματικήν του διαύγειαν καὶ συνῆλθεν ἀπὸ τὴν ἐπίδρασιν τοῦ κρασιοῦ καὶ ἔμαθεν ὅσα τοῦ ἔκαμε τὸ νεώτερον παιδί του, ὁ Χάμ. 25 Ὅταν ὁ Νῶε ἔμαθε τὴν ἀσεβῆ καὶ ὑβριστικὴν συμπεριφορὰν τοῦ Χάμ, εἶπε· «καταράμενος θὰ εἶναι ὁ Χαναάν, ὁ υἱὸς τοῦ Χάμ· δοῦλος θὰ εἶναι εἰς τοὺς ἀδελφούς του». 26 Καὶ ἐπρόσθεσεν: «Ἂς εἶναι εὐλογημένος ὁ παντοδύναμος Κύριος, ὁ Θεὸς τοῦ Σήμ, καὶ ὁ Χαναὰν θὰ εἶναι δοῦλος τοῦ Σήμ. 27 Ἂς μεγαλώσῃ, ἂς πληθύνῃ καὶ ἂς αὐξήσῃ ὁ Θεὸς τοὺς ἀπογόνους τοῦ Ἰάφεθ καὶ ἂς κατοικήσουν οἱ ἀπόγονοι τοῦ Ἰάφεθ εἰς τὶς χῶρες καὶ τὶς περιοχὲς τοῦ Σὴμ καὶ ἂς γίνῃ ὁ Χαναὰν καὶ οἱ ἀπόγονοί του δοῦλοι των». 28 Ἔζησε δὲ ὁ Νῶε μετὰ τὸν κατακλυσμὸν τριακόσια πενήντα ἔτη. 29 Συνεπῶς ὅλες οἱ ἡμέρες τῆς ζωῆς τοῦ Νῶε, τὶς ὁποῖες ἔζησεν εἰς τὴν γῆν, ἔφθασαν συνολικῶς τὰ ἐννιακόσια πενήντα ἔτη καὶ ἔπειτα ἀπέθανεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου