Τρίτη 2 Μαρτίου 2021

Αγιογραφικό ανάγνωσμα



ΚΑΤΑ ΜΑΡΚΟΝ ΙΔ´ 10 - 42
10 Καὶ Ἰούδας ὁ Ἰσκαριὼτης, εἷς τῶν δώδεκα, ἀπῆλθε πρὸς τοὺς ἀρχιερεῖς ἵνα παραδῷ αὐτὸν αὐτοῖς. 11 οἱ δὲ ἀκούσαντες ἐχάρησαν, καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύρια δοῦναι· καὶ ἐζήτει πῶς εὐκαίρως αὐτὸν παραδῷ. 12 Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα; 13 καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ, 14 καὶ ὅπου ἐὰν εἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι ὁ διδάσκαλος λέγει· ποῦ ἐστι τὸ κατάλυμά μου ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 15 καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγαιον μέγα ἐστρωμένον ἕτοιμον· καὶ ἐκεῖ ἑτοιμάσατε ἡμῖν. 16 καὶ ἐξῆλθον οἱ μαθηταὶ αὐτοῦ καὶ ἦλθον εἰς τὴν πόλιν, καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα. 17 Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα. 18 καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων εἶπεν ὁ Ἰησοῦς· Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ’ ἐμοῦ. 19 οἱ δὲ ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς καθ’ εἷς· Μήτι ἐγώ; καὶ ἄλλος· Μήτι ἐγώ; 20 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Εἷς ἐκ τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ’ ἐμοῦ εἰς τὸ τρυβλίον. 21 ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι’ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. 22 Καὶ ἐσθιόντων αὐτῶν λαβὼν ὁ Ἰησοῦς ἄρτον εὐλογήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπε· Λάβετε φάγετε τοῦτό ἐστι τὸ σῶμά μου. 23 καὶ λαβὼν τὸ ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες. 24 καὶ εἶπεν αὐτοῖς· Τοῦτό ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον. 25 ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. 26 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν. 27 καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι Πάντες σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· ὅτι γέγραπται, πατάξω τὸν ποιμένα καὶ διασκορπισθήσονται τὰ πρόβατα· 28 ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 29 ὁ δὲ Πέτρος ἔφη αὐτῷ· Καὶ εἰ πάντες σκανδαλισθήσονται, ἀλλ’ οὐκ ἐγώ. 30 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ἐν τῇ νυκτὶ ταύτῃ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με. 31 ὁ δὲ Πέτρος ἐκ περισσοῦ ἔλεγε μᾶλλον· Ἐὰν με δέῃ συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσομαι. ὡσαύτως δὲ καὶ πάντες ἔλεγον. 32 Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ· Καθίσατε ὧδε ἕως προσεύξωμαι. 33 καὶ παραλαμβάνει τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην μεθ’ ἑαυτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν 34 καὶ λέγει αὐτοῖς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε. 35 καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστι, παρέλθῃ ἀπ’ αὐτοῦ ἡ ὥρα, 36 καὶ ἔλεγεν· Ἀββᾶ ὁ πατήρ, πάντα δυνατά σοι, παρένεγκε τὸ ποτήριον ἀπ’ ἐμοῦ τοῦτο· ἀλλ’ οὐ τί ἐγὼ θέλω, ἀλλ’ εἴ τι σύ. 37 καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Σίμων, καθεύδεις; οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι; 38 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής. 39 καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών. 40 καὶ ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν καταβαρυνόμενοι, καὶ οὐκ ᾔδεισαν τί ἀποκριθῶσιν αὐτῷ. 41 καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς· Καθεύδετε λοιπὸν καὶ ἀναπαύεσθε! ἀπέχει· ἦλθεν ἡ ὥρα· ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν· 42 ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγικε.

Νεοελληνική απόδοση:
Ὁ Ἰούδας ὁ Ἰσκαριώτης, ἕνας ἀπὸ τοὺς δώδεκα, ἐπῆγε εἰς τοὺς ἀρχιερεῖς διὰ νὰ τοὺς τὸν παραδώσῃ. Αὐτοὶ δέ, ὅταν ἀκουσαν, ἐχάρησαν καὶ τοῦ ὑπεσχέθησαν νὰ τοῦ δώσουν χρήματα. Καὶ αὐτὸς ἐζητοῦσε εὐκαιρίαν νὰ τὸν παραδώσῃ. Τὴν πρώην ἡμέραν τῆς ἑορτῆς τῶν ἀζύμων, ὅταν ἐθυσίαζαν τὸν πασχαλινὸν ἀμνόν, τοῦ λέγουν οἱ μαθηταί του, «Ποῦ θέλεις νὰ πᾶμε νὰ ἑτοιμάσωμεν διὰ νὰ φάγῃς τὸ πάσχα;». Καὶ στέλλει δύο ἀπὸ τοὺς μαθητάς του καὶ τοὺς λέγει, «Πηγαίνετε εἰς τὴν πόλιν καὶ θὰ σᾶς συναντήσῃ ἕνας, ποὺ θὰ κρατῆ μία στάμνα νερό. Ἀκολουθῆστέ τον. Καὶ ὅπου αὐτὸς μπῇ νὰ πῆτε εἰς τὸν οἰκοδεσπότην ὅτι ὁ δάσκαλος ἐρωτᾶ, «Ποῦ εἶναι τὸ κατάλυμά μου, ὅπου θὰ φάγω τὸ πάσχα μαζὶ μὲ τοὺς μαθητάς μου;» καὶ αὐτὸς θὰ σᾶς δείξῃ ἕνα μεγάλο ἀνῶγι στρωμένο, ἔτοιμο, ἐκεῖ ἑτοιμάστε μας». Καὶ ἀνεχώρησαν οἱ μαθηταὶ καὶ ἦλθαν εἰς τὴν πόλιν καὶ εὑρῆκαν ὅπως τοὺς εἶπε καὶ ἑτοίμασαν τὸ πάσχα. Καὶ ὅταν ἐβράδυασε, ἔρχεται μαζὶ μὲ τοὺς δώδεκα. Καὶ ἐνῷ ἦσαν καθισμένοι εἰς τὸ τραπέζι καὶ ἔτρωγαν, εἶπε ὁ Ἰησοῦς, «Ἀλήθεια σᾶς λέγω, ὅτι ἕνας ἀπὸ σᾶς θὰ μὲ παραδώσῃ, ἐκεῖνος ποὺ τρώγει μαζί μου». Αὐτοὶ ἄρχισαν νὰ λυποῦνται καὶ νὰ τοῦ λέγουν ὁ καθένας μὲ τὴν σειράν, «Μήπως εἶμαι ἐγώ;». Καὶ ἄλλος, «Μήπως εἶμαι ἐγώ;». Αὐτὸς δὲ τοὺς εἶπε, «Ἕνας ἀπὸ τοὺς δώδεκα ποὺ βουτᾶ τὸ χέρι του μαζί μου εἰς τὸ πιάτο. Καὶ ὁ μὲν Υἱὸς τοῦ ἀνθρώπου πηγαίνει, καθὼς εἶναι γραμμένον γι’ αὐτόν, ἀλλοίμονον ὅμως εἰς τὸν ἄνθρωπον ἐκεῖνον, ἐὰν δὲν εἶχε γεννηθῆ»». Καὶ ἐνῷ ἔτρωγαν, ἔλαβε ὁ Ἰησοῦς ἄρτον, εὐλόγησε, τὸν ἔκοψε καὶ ἔδωκε εἰς αὐτοὺς καὶ εἶπε, «Λάβετε φάγετε· εὐτὸ εἶναι τὸ σῶμά μου». Καὶ ἀφοῦ ἔλαβε τὸ ποτήριον, εὐχαρίστησε τὸν Θεὸν καὶ τοὺς τὸ ἔδωκε καὶ ἤπιαν ἀπὸ αὐτὸ ὅλοι. Καὶ τοὺς εἶπε, «Αὐτὸ εἶναι τὸ αἷμά μου τῆς Νέας Διαθήκης, τὸ ὁποῖον χύνεται ὑπὲρ πολλῶν. Αλήθεια σᾶς λέγω, ὅτι δὲν θὰ πιῶ πλέον ἀπὸ τὸ προϊὸν τῆς ἀμπέλου μέχρι τῆς ἡμέρας ἐκείνης, ποὺ θὰ τὸ πίνω καινούργιο εἰς τὴν βασιλείαν τοῦ Θεοῦ». Καὶ ἀφοῦ ἔψαλαν ὕμνον, ἐβγῆκαν εἰς τὸ ὄρος τῶν Ἐλαιῶν. Καὶ τοὺς λέγει ὁ Ἰησοῦς, «Ἡ ἐμπιστοσύνη ὅλων σας σ’ ἐμέ, θὰ κλονισθῇ αὐτὴν τὴν νύχτα διότι εἶναι γραμμένον, θὰ κτυπήσω τὸν ποιμένα καὶ τὰ πρόβατα θὰ διασκορπισθοῦν. Ἀλλὰ μετὰ τὴν ἀνάστασίν μου, θὰ πάω πρὶς ἀπὸ σᾶς εἰς τὴν Γαλιλαίαν». Ὁ Πέτρος τοῦ εἶπε, «Καὶ ἄν ὅλοι κλονισθοῦν, ὄχι ὅμως ἐγώ». Καὶ ὁ Ἰησοῦς τοῦ λέγει, «Ἀλήθεια σοῦ λέγω, ὅτι σὺ σήμερα, αὐτὴν τὴν νύχτα, πρὶν ὁ πετεινὸς λαλήσῃ δύο φορὲς, θὰ μὲ ἀπαρνηθῇς τρεῖς φορές». Ἀλλ’ ὁ Πέτρος ἀκόμη περισσότερον ἔλεγε, «Καὶ ἄν χρειασθῇ νὰ πεθάνω μαζί σου, δὲν θὰ σὲ ἀπαρνηθῶ». Τὸ ἴδιο ἔλεγαν ὄλοι. Καὶ ἔρχονται εἰς ἕνα μέρος ποὺ ἐλέγετο Γεθσημανῆ. Καὶ λέγει εἰς τοὺς μαθητάς του, «Καθῆστε ἐδῶ ἕως ὅτου προσευχηθῶ». Καὶ παίρνει μαζί του τὸν Πέτρον, τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην, καὶ ἄρχισε νὰ λυπᾶται καὶ νὰ ἀγωνιᾷ καὶ τοὺς λέγει, «Εἶναι λυπημένη ἡ ψυχή μου μέχρι θανάτου· μείνατε ἐδῶ καὶ ἀγρυπνεῖτε». Καὶ ἀφοῦ ἐπροχώρησε ὀλίγον, ἔπεσε εἰς τὴν γῆν καὶ προσευχότανε, διὰ νὰ παρέλθῃ ἀπ’ αὐτὸν ἐκείνη ἡ ὥρα ἐὰν ἦτο δυνατόν. Καὶ ἔλεγε, «Ἀββᾶ, Πατέρα, ὅλα σοῦ εἶναι δυνατά· ἀπομάκρυνε ἀπὸ ἐμὲ τὸ ποτῆρι αὐτό· ἀλλ’ ἄς γίνῃ ὄχι ὅ,τι ἐγὼ θέλω ἀλλὰ ὅ,τι σὺ θέλεις». Καὶ ἔρχεται καὶ τοὺς βρίσκει νὰ κοιμοῦνται καὶ λέγει εἰς τὸν Πέτρον. «Σίμων, κοιμᾶσαι; Δὲν μπόρεσες μίαν ὥραν νὰ ἀγρυπνήσῃς; Ἀγρυπνεῖτε καὶ προσεύχεσθε διὰ νὰ μὴν πέσετε εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα εἶναι πρόθυμον, ἀλλὰ ἡ σάρκα εἶναι ἀδύνατη». Καὶ πάλιν ἐπῆγε καὶ προσευχήθηκε καὶ εἶπε τὰ ἴδια λόγια. Καὶ ὅταν ἐπέστρεψε, τοὺς εὑρῆκε πάλιν νὰ κοιμοῦνται, διότι τὰ μάτια τους ἦσαν πολὺ κουρασμένα καὶ δὲν ἤξεραν τὶ νὰ τοῦ ἀπαντήσουν. Καὶ ἔρχεται διὰ τρίτην φορὰν καὶ τοὺς λέγει, «Κοιμᾶσθε λοιπὸν καὶ ἀναπαύεσθε. Ἀρκετόν. Ἦλθε ἡ ὥρα· ἰδοὺ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδεται στὰ χέρια ἁμαρτωλῶν. Σηκωθῆτε, ἄς φύγωμεν· νά, ἐπλησίασε ἐκεῖνος ποὺ θὰ μὲ παραδώσῃ».

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου