ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ Α´ 1 - 20
1 ΟΡΑΣΙΣ, ἣν εἶδεν ῾Ησαΐας υἱὸς ᾿Αμώς, ἣν εἶδε κατὰ τῆς ᾿Ιουδαίας καὶ κατὰ ῾Ιερουσαλὴμ ἐν βασιλεία ᾿Οζίου καὶ ᾿Ιωάθαμ καὶ ῎Αχαζ καὶ ᾿Εζεκίου, οἵ ἐβασίλευσαν τῆς ᾿Ιουδαίας. 2 ῎Ακουε οὐρανὲ καὶ ἐνωτίζου γῆ, ὅτι Κύριος ἐλάλησεν· υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. 3 ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· ᾿Ισραὴλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός με οὐ συνῆκεν. 4 οὐαὶ ἔθνος ἁμαρτωλόν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρόν, υἱοὶ ἄνομοι· ἐγκατελίπατε τὸν Κύριον καὶ παρωργίσατε τὸν ἅγιον τοῦ ᾿Ισραήλ. 5 τί ἔτι πληγῆτε προστιθέντες ἀνομίαν; πᾶσα κεφαλὴ εἰς πόνον καὶ πᾶσα καρδία εἰς λύπην. 6 ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία, οὔτε τραῦμα οὔτε μώλωψ οὔτε πληγὴ φλεγμαίνουσα· οὐκ ἔστιν μάλαγμα ἐπιθῆναι οὔτε ἔλαιον οὔτε καταδέσμους. 7 ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι· τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσι αὐτήν, καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων. 8 ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ, ὡς πόλις πολιορκουμένη· 9 καὶ εἰ μὴ Κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν. - 10 ᾿Ακούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων· προσέχετε νόμον Θεοῦ λαὸς Γομόρρας. 11 τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι, 12 οὐδὲ ἂν ἔρχησθε ὀφθῆναι μοι. τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου 13 οὐ προσθήσεσθαι· ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυμίαμα, βδέλυγμά μοί ἐστι· τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν καὶ ἀργίαν 14 καὶ τὰς νουμηνίας ὑμῶν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου· ἐγενήθητέ μοι εἰς πλησμονήν, οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. 15 ὅταν ἐκτείνητε τὰς χεῖρας ὑμῶν πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ᾿ ὑμῶν, καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. 16 λούσασθε καὶ καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου, παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, 17 μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ρύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήραν· 18 καὶ δεῦτε διαλεχθῶμεν, λέγει Κύριος· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ, ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. 19 καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· 20 ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. 1 ΠΑΡΟΙΜΙΑΙ Σολομῶντος υἱοῦ Δαυίδ, ὃς ἐβασίλευσεν ἐν ᾿Ισραήλ, 2 γνῶναι σοφίαν καὶ παιδείαν νοῆσαί τε λόγους φρονήσεως 3 δέξασθαί τε στροφὰς λόγων νοῆσαί τε δικαιοσύνην ἀληθῆ καὶ κρίμα κατευθύνειν, 4 ἵνα δῷ ἀκάκοις πανουργίαν, παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν· 5 τῶνδε γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται, ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται. 6 νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον ρήσεις τε σοφῶν καὶ αἰνίγματα. 7 ᾿Αρχὴ σοφίας φόβος Κυρίου, σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσι αὐτήν· εὐσέβεια δὲ εἰς Θεὸν ἀρχὴ αἰσθήσεως, σοφίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουσιν. 8 ἄκουε, υἱέ, παιδείαν πατρός σου καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου· 9 στέφανον γὰρ χαρίτων δέξῃ σῇ κορυφῇ καὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳ. 10 υἱέ, μή σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς, μηδὲ βουληθῇς, 11 ἐὰν παρακαλέσωσί σε λέγοντες· ἐλθὲ μεθ᾿ ἡμῶν, κοινώνησον αἵματος, κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως, 12 καταπίωμεν δὲ αὐτὸν ὥσπερ ᾅδης ζῶντα καὶ ἄρωμεν αὐτοῦ τὴν μνήμην ἐκ γῆς· 13 τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλαβώμεθα, πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων· 14 τὸν δὲ σὸν κλῆρον βάλε ἐν ἡμῖν, κοινὸν δὲ βαλάντιον κτησώμεθα πάντες, καὶ μαρσίππιον ἓν γενηθήτω ἡμῖν. 15 μὴ πορευθῆς ἐν ὁδῷ μετ᾿ αὐτῶν, ἔκλινον δὲ τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν· 16 οἱ γὰρ πόδες αὐτῶν εἰς κακίαν τρέχουσι καὶ ταχινοὶ τοῦ ἐκχέαι αἷμα· 17 οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς. 18 αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά, ἡ δὲ καταστροφὴ ἀνδρῶν παρανόμων κακή. 19 αὗται αἱ ὁδοί εἰσι πάντων τῶν συντελούντων τὰ ἄνομα· τῇ γὰρ ἀσεβείᾳ τὴν ἑαυτῶν ψυχὴν ἀφαιροῦνται. 20 Σοφία ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παρρησίαν ἄγει·

Νεοελληνική απόδοση:
1 Οράσεις καὶ ἀποκαλύψεις, τὰς ὁποίας εἶδε καὶ αἱ ὁποῖαι ἐγένοντο εἰς τὸν Ἡσαΐαν, τὸν υἱὸν τοῦ Ἀμώς.Εἶδε καὶ ἔλαβεν αὐτὰς διὰ τὴν Ἰουδαίαν καὶ τὴν πρωτεύουσαν τῆς Ἱερουσαλὴμ κατὰ τὴν διάρκειαν τῆς βασιλείας τοῦ Ὀζίου καὶ τοῦ Ἰωάθαμ καὶ τοῦ Ἀχὰζ καὶ τοῦ Ἐζεκίου, οἱ ὁποῖοι ἐβασίλευσαν ἐπὶ τῆς Ἰουδαίας. 2 Ἄκουε σύ, ὦ οὐρανέ, καὶ δέχου εἰς τὰ αὐτιά σου σύ, ὦ γῆ, διότι ὁ Κύριος καὶ ὄχι ἄνθρωπός τις πρόκειται νὰ λαλήσῃ· λέγει λοιπὸν ὁ Κύριος: Υἱοὺς ἐγέννησα καὶ τοὺς ἀνέδειξα ἀνυψώσας τούτους· αὐτοὶ ὅμως μὲ ἠρνήθησαν. 3 Τὸ βόδι γνωρίζει τὸν ἰδιοκτήτην, ποὺ τὸ ὁρίζει, καὶ ὁ ὄνος ξεύρει τὴν φάτνην τοῦ κυρίου του, εἰς τὴν ὁποίαν τρώγει καὶ ἔχει τὴν κατοικίαν του.Ὁ Ἰσραὴλ ὅμως δὲν μὲ ἀναγνωρίζει καὶ ὁ λαός μου δὲν μὲ νοιώθει. 4 Ἀλλοίμονον εἰς σέ, ὦ ἔθνος ἁμαρτωλόν, λαὲ γεμᾶτε ἁμαρτίας, ἀπ’ αὐτῶν τῶν πρώτων στιγμῶν τῆς ζωῆς σας πονηροί, παιδιὰ διεφθαρμένα καὶ ξένα ἐντελῶς πρὸς τὸν Νόμον.Ἐγκατελείψατε τὸν Κύριον καὶ ἐξωργίσατε τὸν Θεὸν τοῦ Ἰσραὴλ τὸν ἅγιον. 5 Πρὸς τί νὰ κτυπηθῆτε καὶ νὰ πληγωθῆτε ἀκόμη, ἐφ’ ὅσον ἑξακολουθεῖτε νὰ προσθέτετε περιφρόνησιν παντελῆ τοῦ Νόμου καὶ ἀποστασίαν; Ὁλόκληρος ἡ κεφαλὴ ἐκ τῶν τιμωριῶν μου διατελεῖ ἐν πόνοι καὶ πᾶσα ἡ καρδία εὑρίσκεται ἐν λύπῃ. 6 Ἀπὸ τὰ πόδια μέχρι τῆς κεφαλῆς δὲν ὑπάρχει ἐν τῷ σώματι ἀκεραιότης καὶ ὑγεία, οὔτε ὑπάρχει ἐδῶ μόνον τραῦμα ἀνοικτόν, οὔτε ἐκεῖ μόνον κτύπημα πρησμένον, οὔτε εἰς ἄλλο τι μόνον σημεῖον πληγὴ γεμάτη πύον καὶ αἷμα ἀποσυντεθειμένον ἀλλ’ ὅλον τὸ σῶμα εἶναι μία ὁλόκληρος πληγή· καὶ δὲν εἶναι δυνατὸν νὰ τεθῇ ἐπ’ αὐτοῦ κατάπλασμα, οὔτε ἔλαιον, οὔτε ἐπίδεσμοι. 7 Ἡ γῆ σας ἔγινεν ἔρημος, αἱ πόλεις σας ἔχουν κατακαῇ ἀπὸ πυρκαϊές· τὴν καλλιεργημένην χώραν σας καὶ τοὺς καρποὺς μπροστὰ στὰ μάτια σας τὰ κατατρώγουν ξένοι καὶ ἔχει ἐρημωθῇ κατεστραμμένη ἀπὸ ξένους λαούς. 8 Θὰ ἐγκαταλειφθῇ ἡ προσφιλὴς ὡς θυγάτηρ Σιών, ἢ πόλις Ἱερουσαλήμ, ὡσὰν σκηνὴ εἰς ἄμπελον ποὺ δὲν ἔχει καρπούς, καὶ ὡσὰν πρόχειρος ἀποθήκη, διὰ νὰ φυλάττωνται τὰ φρούτα εἰς μποστάνι ξυλαγγουριῶν, ὡσὰν πόλις ποὺ πολιορκεῖται ἀπὸ ἐχθρούς. 9 Καὶ ἐὰν ὁ Κύριος τῶν δυνάμεων, ὁ Παντοκράτωρ, δὲν μᾶς ἄφηνε μικράν, ἀλλ' ἐκλεκτὴν μερίδα ἰδικῶν του ἀνθρώπων, θὰ ἐγινόμεθα σὰν τὰ Σόδομα καὶ θὰ ἐξωμοιούμεθα πρὸς τὰ Γόμορρα, ἐξαφανιζόμενοι ὡς ἐκεῖνα ὁλοτελῶς. 10 Ἀκούσατε τὸν λόγον, ὅστις δὲν εἶναι ἰδικός μου, ἀλλ’ εἶναι λόγος τοῦ Κυρίου, σεῖς, ποὺ διὰ τὴν κακίαν σας ἀξίζει νὰ λέγεσθε ἄρχοντες τῶν Σοδόμων προσέχετε εἰς αὐτό, ποὺ θὰ σᾶς εἴπω καὶ τὸ ὁποῖον εἶναι Νόμος Θεοῦ, σεῖς, ποὺ εἶσθε λόγῳ τῆς πονηρίας σας μᾶλλον λαὸς τῆς Γομόρρας. 11 Τί μὲ ἐνδιαφέρει καὶ κατά τι μὲ εὐχαριστεῖ τὸ πλῆθος τῶν θυσιῶν σας; Λέγει ὁ Κύριος.Εἶμαι γεμᾶτος ἀπὸ θυσίας κριαριῶν, ποὺ κατακαίονται ὁλόκληρα, καὶ δὲν θέλω νὰ καίεται ἐπὶ τοῦ Θυσιαστηρίου μου πάχος ἀρνίων καὶ αἷμα ταύρων καὶ τράγων. 12 Οὔτε ἂν ἔρχεσθε κατὰ τὰς τρεῖς μεγάλας ἑορτὰς εἰς τὸν Ναόν μου, διὰ νὰ παρουσιασθῆτε εἰς ἐμέ, τὸ θέλω· διότι ποῖος σᾶς ἐζήτησε νὰ ἔρχεσθε μὲ τὰς δεκάτας καὶ τὰς ἄλλας προσφοράς σας; Ποῖος ἐζήτησεν αὐτὰ ἀπὸ τὰ γεμᾶτα αἵματα χέρια σας; Δὲν θὰ ἐξακολουθήσετε νὰ πατάτε εἰς τὴν αὐλὴν τοῦ Ναοῦ μου. 13 Ἐὰν φέρετε σιμιγδάλι ὡς θυσίαν, εἶναι τοῦτο μάταιον καὶ ἀνωφελές.Τὸ θυμίαμά σας μου εἶναι ἀηδὲς καὶ σιχαμένον· δὲν ἀνέχομαι τὶς ἐορτὲς τῶν πρωτομηνιῶν σας καὶ τὰ Σάββατα καὶ τὴν μεγάλην ἡμέραν τοῦ Ἐξιλασμοῦ, τὴν ἱερωτάτην αὐτὴν ἑορτήν· τὴν νηστείαν καὶ τὴν ἀργίαν 14 καὶ τὶς πρωτομηνιές σας καὶ τὶς ἐορτές σας μισεῖ ἡ ψυχή μου.Μοῦ ἐγίνατε πρόξενοι ἀηδίας.Δὲν θὰ συγχωρήσω πλέον τὶς ἁμαρτίες σας. 15 Ὅταν ὑψώνετε τὰ χέρια εἰς προσευχήν, θὰ ἀπομακρύνω μὲ ἀποστροφὴν τὰ μάτια μου ἀπὸ σᾶς.Καὶ ἐὰν παρατείνετε τὴν παράκλησίν σας καὶ πληθύνετε αὐτήν, δὲν θὰ σᾶς εἰσακούσω, διότι τὰ χέρια σας εἶναι γεμᾶτα αἷμα ἀδελφικόν. 16 Λουσθῆτε διὰ τοῦ πνευματικοῦ λουτροῦ τῆς μετανοίας, γίνατε καθαροί, ἀφαιρέσατε τὰς πονηρίας ἀπὸ τὰς ψυχάς σας, ὥστε νὰ μὴ φαίνωνται ἀκάθαρτοι αὗται μπροστὰ εἰς τὰ μάτια μου, παύσατε ἀπὸ τὰς πονηρίας σας. 17 Μάθετε καὶ ἀποκτήσατε τὴν ἕξιν νὰ πράττετε τὸ καλὸν καὶ τὴν ἀρετήν, ζητήσατε μὲ ὅλην σας τὴν καρδίαν τὸ δίκαιον, γλυτώσατε αὐτὸν ποὺ ἀδικεῖται ἀπὸ τὰ χέρια τοῦ ἀδικοῦντος αὐτόν, ἀποδώσατε τὸ δίκαιον εἰς τὸν ὀρφανὸν καὶ δικαιώσατε τὴν ἀδικουμένην χήραν. 18 Καὶ ἀφοῦ μετανοήσετε, ἐλᾶτε νὰ δικασθῶμεν «νὰ συζητήσωμεν» καὶ νὰ λογαριασθῶμεν, λέγει ὁ Κύριος.Καὶ εἰς περίπτωσιν ἀκόμη, ποὺ αἱ ἁμαρτίαι σας θὰ εἶναι ὡσὰν τὸ ἐλαφρῶς κόκκινον χρῶμα, θὰ τὰς λευκάνω ὡσὰν τὸ χιόνι· καὶ ἐὰν δὲ ἀκόμη εἶναι ὡσὰν τὸ βαθὺ κόκκινον χρῶμα, θὰ τὰς λευκάνω ὡσὰν τὸ ἄσπρο τῶν προβάτων μαλλί. 19 Καὶ ἐὰν θέλετε ἀποφασιστικῶς καὶ μὲ ἀκούσετε μὲ τὴν καρδία σας, θὰ φάγετε τὰ ἀγαθὰ τῆς γῆς. 20 Ἐὰν ὅμως δὲν θέλετε, οὔτε μὲ εἰσακούσετε, μάχαιρα θὰ σᾶς καταφάγῃ.Θὰ συμβοῦν δὲ ταῦτα ἀσφαλῶς.Διότι τὸ στόμα τοῦ Κυρίου ἐλάλησεν αὐτά. 1 Εἰς τὸ βιβλίον τοῦτο περιέχονται αἱ παροιμίαι καὶ τὰ σοφὰ ἀποφθέγματα τοῦ Σολομῶντος, τοῦ υἱοῦ τὸν Δαβίδ, ὁ ὁποῖος ἐβασίλευσεν εἰς τὸ Ἰσραηλιτικὸν ἔθνος. 2 Ἐγράφησαν δὲ αἱ παροιμίαι αὐταί, ὥστε ἐκεῖνος ποὺ τὰς μελετᾷ ἢ τὰς ἀκούει, νὰ ἀποκτήσῃ τὴν πραγματικὴν ἐπιστήμην, δηλαδὴ τὴν ἀληθῆ γνῶσιν, ποὺ ἐμπνέει ὁ νόμος τοῦ Θεοῦ. Σκοπὸς ἑπομένως τῶν παροιμιῶν αὐτῶν εἶναι νὰ γνωρίσῃ καλῶς ὁ ἄνθρωπος τὰ θεῖα καὶ τὰ ἀνθρώπινα πράγματα, τὴν ὠφέλιμον διδασκαλίαν καὶ παιδαγωγίαν διὰ τὴν ψυχήν του καὶ ἔτσι νὰ ἀποκτήσῃ τὴν σύνεσιν καὶ τὴν ἱκανότητα, διὰ νὰ διακρίνῃ τί πρέπει νὰ ἀποφεύγῃ καὶ τί νὰ πράττῃ, ὥστε ἡ ὅλη του συμπεριφορὰ νὰ εἶναι θεάρεστος. 3 Νὰ εἶναι ἀκόμη εἰς θέσιν νὰ δεχθῇ καὶ νὰ ἀποκρούσῃ τὰς προσβολὰς ἀντιθέτων λόγων, ποὺ λέγονται ἢ γράφονται μὲ ρητορικὴν τέχνην καὶ σοφιστείαν, νὰ ἐννοήσῃ δὲ ποία εἶναι ἡ ἀληθὴς δικαιοσύνη, ὥστε νὰ ἐκφέρῃ κρίσεις καὶ ἀποφάσεις δικαίας καὶ εὐθείας ἐπὶ τῶν ἑκάστοτε παρουσιαζομένων περιστάσεων. 4 Ἐπὶ πλέον τὸ βιβλίον τῶν Παροιμιῶν ἐγράφη διὰ νὰ δώσῃ εἰς τοὺς ἁπλοῦς καὶ ἀπονηρεύτους ἀνθρώπους σύνεσιν καὶ ἐξυπνάδα πρὸς ὠφέλειαν ἑαυτῶν καὶ τοῦ πλησίον, εἰς δὲ τὸν νεαρὸν κατὰ τὴν ἡλικίαν καὶ στερούμενον πείρας συνείδησιν τοῦ καλοῦ καὶ τοῦ κακοῦ καὶ ὡριμότητα σκέψεως πρὸς ὀρθὴν τῶν πραγμάτων ἀντίληψιν. 5 Καίτοι δὲ τὸ βιβλίον αὐτὸ ἀπευθύνεται κυρίως πρὸς τὴν ἀνώριμον καὶ ἄπειρον νεότητα, ἐν τούτοις ἔχει νὰ ὠφεληθῇ ἀπὸ τὴν μελέτην του καὶ αὐτὸς ὁ σοφός· πράγματι, ὅταν ὁ σοφὸς ἀκούσῃ τὰ ὅσα γράφονται εἰς αὐτό, θὰ γίνῃ περισσότερον σοφὸς καὶ γνωστικός, ὁ δὲ συνετὸς καὶ φρόνιμος θὰ ἀποκτήσῃ τὴν ἱκανότητα νὰ κυβερνᾷ καὶ νὰ κατευθύνῃ θεαρέστως τὴν ζωήν του 6 Τόσον πολὺ δὲ θὰ ἐξασκηθῇ καὶ θὰ ἀναπτυχθῇ ἡ διάνοιά του, ὥστε θὰ εἶναι εἰς θέσιν νὰ ἐννοῇ κάθε παραβολήν, δυσνόητον καὶ ἀλληγορικὸν λόγον, καθὼς ἐπίσης τὰ ἀποφθέγματα καὶ τὰ γνωμικὰ τῶν σοφῶν ἀνθρώπων, ἀλλὰ καὶ τὰ αἰνίγματα, εἰς τὰ ὁποῖα κρύπτεται κάποια βαθύτερη ἀλήθεια. 7 Ἀρχή, ρίζα καὶ θεμέλιον τῆς ἀληθινῆς σοφίας εἶναι ὁ φόβος τοῦ Θεοῦ· ἡ σύνεσις δὲ τότε εἶναι ἀγαθὴ καὶ ἀποδίδει τοὺς καρπούς της, ὅταν ἐφαρμόζεται καὶ ἐπιτελῆται δι’ ἔργων. Ἡ εὐσέβεια δέ, δηλαδὴ ὁ πρὸς τὸν Θεὸν σεβασμὸς καὶ ἡ πρὸς αὐτὸν εὐλάβεια, εἶναι ἀρχὴ τῆς ἀληθινῆς γνώσεως· οἱ ἀσεβεῖς ὅμως θὰ περιφρονήσουν τὴν θείαν παιδαγωγίαν. 8 Ἄκουε πάντοτε, παιδί μου, προσεκτικὰ τὴν διδασκαλίαν τοῦ πατέρα σου καὶ νὰ εἶσαι ὑπάκουος εἰς τὴν παιδαγωγίαν του, καὶ νὰ μὴ διώχνῃς μακριὰ ἀπὸ σένα τὰς συμβουλὰς καὶ ὁδηγίας τῆς μητέρας σου, τὰς ὁποίας ὡς θεσμοὺς καὶ νόμους ἱεροὺς νὰ μνημονεύῃς καθ’ ὅλην τὴν ζωήν σου· 9 διότι ἔτσι θὰ τιμηθῇς καὶ θὰ δεχθῇς εἰς τὴν κεφαλήν σου στέφανον ἀπὸ χάριτας ἀρετῶν καὶ γύρω ἀπὸ τὸν λαιμόν σου θὰ στολισθῇς μὲ χρυσοῦν περιδέραιον, ἀσυγκρίτως πολυτιμότερον ἀπὸ κάθε ἄλλο μέταλλον. 10 Παιδί μου, πρόσεχε μὴ σὲ ἀποπλανήσουν ἄνθρωποι ἀσεβεῖς, οὔτε να συγκατατεθῇς θεληματικῶς εἰς ὅσα σοῦ προτείνουν. 11 Ἐὰν σὲ προσκαλέσουν μὲ τρόπον φιλικὸν καὶ σοῦ εἴπουν· ἔλα μαζί μας, λάβε μέρος εἰς τὰ αἵματα, ποὺ θὰ χύσωμεν, ἂς κρύψωμεν δὲ καὶ ἂς θάψωμεν εἰς τὴν γῆν ὅλως ἀδίκως τὸν δίκαιον ἄνθρωπον, ἔστω καὶ ἂν δὲν μᾶς ἔκαμε ποτὲ κακὸν ἢ ἀδικίαν, 12 ἂς τὸν καταπίωμεν δὲ ζωντανόν, ὅπως ὁ ἀχόρταστος Ἅδης, καὶ ἂς ἐξαλείψωμεν τὴν μνήμην του ἀπὸ τὴν γῆν, ὥστε νὰ μὴ τὸν ἐνθυμῆται πλέον κανείς· 13 ἂς καταλάβωμεν καὶ ἂς κάμωμεν ἰδιοκτησίαν μας τὴν μεγάλην καὶ πολύτιμον περιουσίαν του, ἂς γεμίσωμεν δὲ τὰ σπίτια μας ἀπὸ λάφυρα, τὰ ὁποῖα θὰ ἀρπάσωμεν χύνοντες αἵματα ἀθώων καὶ πατοῦντες ἐπὶ πτωμάτων· 14 βάλε καὶ σὺ τὸ μερίδιον τῆς πατρικῆς σου κληρονομίας μὲ τὰ ἰδικά μας, καὶ ταύτισε τὴν τύχην σου μὲ τὴν ἰδικήν μας τύχην καὶ ἂς ἔχωμεν ὅλοι κοινὸν βαλάντιον καὶ ὅλοι μας κοινὸν ταμεῖον, εἰς τὸ ὁποῖον ἂς μαζεύσωμεν ὅσα λάφυρα καὶ χρήματα θὰ συνάξωμεν οὕτω πῶς. 15 Παιδί μου, μὴ ὑπάγῃς μαζί των εἰς τὸν δρόμον ποὺ βαδίζουν, ἀπομάκρυνε δὲ τὰ βήματά σου ἀπὸ τοὺς δρόμους των 16 διότι τὰ πόδια των τρέχουν γρήγορα εἰς τὸ κακὸν καὶ εἰς τὸ ἔγκλημα καὶ εἶναι ἕτοιμα εἰς τὸ νὰ σπεύσουν καὶ νὰ χύσουν ἀμέσως αἷμα. 17 Ἀλλ' ὅπως δὲν στήνονται ἀσκόπως καὶ χωρὶς ἀποτέλεσμα παγίδες καὶ δίκτυα διὰ τὰ πουλιά, ἔτσι καὶ αὐτοὶ δὲν θὰ μείνουν ἀτιμώρητοι· θὰ τιμωρηθοῦν εἴτε ἀπὸ ἀνθρώπους εἴτε ἀπὸ τὸν Θεόν. 18 Διότι αὐτοί, οἱ ὁποῖοι συμμετέχουν εἰς φόνον, θησαυρίζουν εἰς τοὺς ἑαυτούς των κακὰ πολλά, ἡ δὲ καταστροφὴ τῶν παρανόμων ἀνθρώπων θὰ εἶναι κακή. 19 Κατ’ αὐτὸν τὸν τρόπον ζοῦν καὶ τέτοιο θὰ εἶναι τὸ κατάντημα ὅλων ἐκείνων, οἱ ὁποῖοι πράττουν ἔργα παράνομα· διότι ἐξ αἰτίας τῆς κακίας καὶ ἀσεβείας των καταστρέφουν καὶ τὴν ζωὴν καὶ τὴν ψυχήν των. 20 Ἡ σοφία τοῦ Θεοῦ ἀπὸ ὅσους μὲ τὴν πεῖραν των τὴν ἐγνώρισαν, ἐξυμνεῖται δημοσίᾳ εἰς τοὺς δρόμους, ἡ δὲ θεία διδασκαλία της διακηρύττεται μὲ παρρησίαν εἰς τὰς πλατείας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου