ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΓ´ 44 - 56
44 ἦν δὲ ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης, τοῦ ἡλίου ἐκλειπόντος, 45 καὶ ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον· 46 καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπε· Πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου· καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν. 47 ἰδὼν δὲ ὁ ἑκατόνταρχος τὸ γενόμενον ἐδόξασε τὸν Θεὸν λέγων· Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. 48 καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωροῦντες τὰ γενόμενα, τύπτοντες ἑαυτῶν τὰ στήθη ὑπέστρεφον. 49 εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτοῦ ἀπὸ μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα. 50 Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ, βουλευτὴς ὑπάρχων καὶ ἀνὴρ ἀγαθὸς καὶ δίκαιος 51 - οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν - ἀπὸ Ἁριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς προσεδέχετο καὶ αὐτὸς τὴν βασιλείαν τοῦ Θεοῦ, 52 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ, 53 καὶ καθελὼν αὐτὸ ἐνετύλιξε σινδόνι καὶ ἔθηκεν αὐτὸ ἐν μνήματι λαξευτῷ, οὗ οὐκ ἦν οὐδεὶς οὐδέπω κείμενος· 54 καὶ ἡμέρα ἦν παρασκευὴ, σάββατον ἐπέφωσκε. 55 Κατακολουθήσασαι δὲ αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς Γαλιλαίας, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ, 56 ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.

Νεοελληνική απόδοση:
Ἦτο ἤδη περίπου ἔκτη ὥρα καὶ ἔγινε σκοτάδι εἰς ὅλην τὴν γῆν ἕως τὴν ἐνάτην ὥραν, καὶ ὁ ἥλιος δὲν ἐφαίνετο καὶ ἐσχίσθηκε τὸ παραπέτασμα τοῦ ναοῦ εἰς τὸ μέσον. Τότε ὁ Ἰησοῦς ἐφώναξε μὲ δυνατὴν φωνὴν καὶ εἶπε, «Πατέρα, εἰς τὰ χέρια σου παραδίδω τὸ πνεῦμα μου». Καὶ ὅταν εἶπε αὐτό, ἐξέπνευσε. Ὅταν ὁ ἐκατόνταρχος εἶδε τί ἔγινε, ἐδόξασε τὸν Θεὸν καὶ εἶπε, «Πραγματικὰ αὐτὸς ὁ ἄνθρωπος ἦτο ἀθῶος». Καὶ ὅλος ὁ κόσμος ποὺ εἶχε ἔλθει διὰ νὰ ἰδῇ τὸ θέαμα αὐτό, ὅταν εἶδε ὅσα συνέβησαν, ἐπέστρεφαν καὶ κτυποῦσαν τὰ στήθη τους. Ὅλοι οἱ γνωστοί του καὶ αἱ γυναῖκες ποὺ τὸν εἶχαν ἀκολουθήσει ἀπὸ τὴν Γαλιλαίαν ἐστέκοντο καὶ ἔβλεπαν αὐτὰ ἀπὸ μακρυά. Ὑπῆρχε κάποιος, ὀνομαζόμενος Ἰωσήφ, βουλευτὴς καὶ ἄνθρωπος ἀγαθὸς καὶ δίκαιος, ὁ ὁποῖος δὲν ἦτο σύμφωνος μὲ τὴν ἀπόφασιν καὶ τὴν πρᾶξιν τους. Ἦτο ἀπὸ τὴν Ἀριμαθαίαν, πόλιν τῆς Ἰουδαίας, καὶ ἐπερίμενε καὶ αὐτὸς τὴν βασιλείαν τοῦ Θεοῦ. Αὐτὸς ἦλθε εἰς τὸν Πιλᾶτον καὶ ἐζήτησε τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἀφοῦ τὸ κατέβασε, τὸ ἐτύλιξε μὲ σινδόνι καὶ τὸ ἔβαλε εἰς λαξευμένον μνῆμα, εἰς τὸ ὁποῖον κανεὶς ποτὲ δὲν εἶχε ἐνταφιασθῆ. Καὶ ἦτο ἡμέρα τῆς Παρασκευῆς καὶ ἐπλησίαζε τὸ Σάββατον. Αἱ γυναῖκες, ποὺ εἶχαν ἔλθει μαζί του ἀπὸ τὴν Γαλιλαίαν, παρακολούθησαν καὶ εἶδαν τὸ μνῆμα καὶ πῶς ἐνταφιάσθηκε τὸ σῶμά του· ὕστερα ἐπέστρεψαν σπίτι τους καὶ ἑτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν Σάββατον ἡσύχασαν σύμφωνα μὲ τὴν ἐντολήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου