ΚΑΤΑ ΜΑΡΚΟΝ ΙΔ´ 43 - 72, ΙΕ´ 1 - 1
43 Καὶ εὐθέως, ἔτι αὐτοῦ λαλοῦντος, παραγίνεται Ἰούδας ὁ Ἰσκαριὼτης, εἷς τῶν δώδεκα, καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπεσταλμένοι παρὰ τῶν ἀρχιερέων καὶ γραμματέων καὶ τῶν πρεσβυτέρων. 44 δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων· Ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτὸν καὶ ἀπαγάγετε ἀσφαλῶς. 45 καὶ ἐλθὼν εὐθέως προσελθὼν αὐτῷ λέγει· Χαῖρε, ραββί, καὶ κατεφίλησεν αὐτόν. 46 οἱ δὲ ἐπέβαλον ἐπ’ αὐτὸν τὰς χεῖρας αὐτῶν καὶ ἐκράτησαν αὐτόν. 47 Εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισε τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. 48 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με· 49 καθ’ ἡμέραν πρὸς ὑμᾶς ἤμην ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με. ἀλλ’ ἵνα πληρωθῶσιν αἱ γραφαί. 50 καὶ ἀφέντες αὐτὸν ἔφυγον πάντες. 51 Καὶ εἷς τις νεανίσκος ἠκολούθησεν αὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ· καὶ κρατοῦσιν αὐτόν οἱ νεανίσκοι. 52 ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν ἀπ’ αὐτῶν. 53 Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα· καὶ συνέρχονται αὐτῷ πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς. 54 καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς. 55 Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ εὕρισκον· 56 πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ’ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. 57 καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ’ αὐτοῦ λέγοντες 58 ὅτι Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος, ὅτι ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω. 59 καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν. 60 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς τὸ μέσον ἐπηρώτα τὸν Ἰησοῦν λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗτοί σου καταμαρτυροῦσιν; 61 ὁ δὲ ἐσιώπα καὶ οὐδέν ἀπεκρίνατο. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ· Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ; 62 ὁ δὲ Ἰησοῦς εἶπεν· Ἐγώ εἰμι· καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 63 ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει· Τί ἔτι χρείαν ἔχομεν μαρτύρων; 64 ἠκούσατε πάντως τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν εἶναι ἔνοχον θανάτου. 65 Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν τὸ πρόσωπον αὐτοῦ καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ· Προφήτευσον ἡμῖν τίς ἐστιν ὁ παίσας σε. καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔβαλον. 66 Καὶ ὄντος τοῦ Πέτρου κάτω ἐν τῇ αὐλῇ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως, 67 καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει· Καὶ σὺ μετὰ τοῦ Ἰησοῦ τοῦ Ναζαρηνοῦ ἦσθα. 68 ὁ δὲ ἠρνήσατο λέγων· Οὐκ οἶδα οὐδὲ ἐπίσταμαι τί σὺ λέγεις. καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον, καὶ ἀλέκτωρ ἐφώνησε. 69 καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν πάλιν ἤρξατο λέγειν τοῖς παρεστηκόσιν ὅτι Οὗτος ἐξ αὐτῶν ἐστιν. 70 ὁ δὲ ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· Ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ καὶ ἡ λαλιά σου ὁμοιάζει. 71 ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. 72 καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησε. καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα ὃ εἶπεν ὁ Ἰησοῦς ὅτι πρὶν ἀλέκτορα φωνῆσαι δὶς, ἀπαρνήσῃ με τρίς· καὶ ἐπιβαλὼν ἔκλαιε.1 Καὶ εὐθέως ἐπὶ τὸ πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν τῷ Πιλάτῳ.

Νεοελληνική απόδοση:
Ἀμέσως, ἐνῷ αὐτὸς ἀκόμη μιλοῦσε, ἔρχεται ὁ Ἰούδας, ἕνας ἀπὸ τοὺς δώδεκα, καὶ μαζί του ὄχλος πολὺς μὲ μαχαίρια καὶ ξύλα, ἐκ μέρους τῶν ἀρχιερέων, τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων. Ἐκεῖνος ποὺ θὰ τὸν παρέδιδε τοὺς εἶχε δώσει σύνθημα καὶ τοὺς εἶχε πῆ, «Ἐκεῖνον ποὺ θὰ φιλήσω, αὐτὸς εἶναι· συλλάβετέ τον καὶ φέρετέ τον μὲ ἀσφάλειαν». Καὶ ὅταν ἦλθε, ἀμέσως τὸν ἐπλησίασε καὶ τοῦ λέγει, «Ραββί», καὶ τὸν κατεφίλησε. Ἐκεῖνοι ἔβαλαν τὰ χέρια ἐπάνω του καὶ τὸν συνέλαβαν. Ἕνας ἀπὸ ἐκείνους ποὺ παρευρίσκοντο, ἔσυρε τὴν μάχαιραν καὶ ἐκτύπησε τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ τοῦ ἔκοψε τὸ αὐτί. Τότε ὁ Ἰησοῦς τοὺς εἶπε, «Ἤλθατε σὰν νὰ ἐπρόκειτο γιὰ κανένα ληστὴν νὰ μὲ συλλάβετε μὲ μαχαίρια καὶ ξύλα; Κἀθε ἡμέρα ἤμουν κοντά σας εἰς τὸν ναὸν καὶ ἐδίδασκα καὶ δὲν μὲ πιάσατε. Ἀλλ’ ἄς ἐκπληρωθοῦν αἱ γραφαί». Καὶ ὅλοι τὸν ἄφησαν καὶ ἔφυγαν. Κάποιος νέος τὸν ἀκολουθοῦσε γυμνός, τυλιγμένος κατάσαρκα μὲ ἕνα σινδόνι καὶ τὸν συνέλαβαν. Ἀλλ’ αὐτὸς ἄφησε τὸ σινδόνι καὶ τοὺς ἔφυγε γυμνός. Καὶ ἔφεραν τὸν Ἰησοῦν εἰς τὸν ἀρχιερέα καὶ μαζεύονται ὅλοι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς. Ὁ Πέτρος τὸν ἀκολούθησε ἀπὸ μακρυὰ ἕως μέσα εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως καὶ ἐκαθότανε μαζὶ μὲ τοὺς ὑπηρέτας καὶ ζεσταινότανε στὴν φωτιά. Οἱ ἀρχιερεῖς καὶ ὁλόκληρον τὸ συνέδριον ἐζητοῦσαν κάποιαν μαρτυρίαν κατὰ τοῦ Ἰησοῦ, ὥστε νὰ τὸν θανατώσουν, ἀλλὰ δὲν εὕρισκαν. Πολλοὶ ψευδομάρτυρες παρουσιάσθησαν ἐναντίον του ἀλλ’ αἱ μαρτυρίαι δὲν ἦσαν σύμφωνοι. Μερικοὶ ἐσηκώθηκαν καὶ ψευδομαρτυροῦσαν ἐναντίον του καὶ ἔλεγαν, «Ἐμεῖς τὸν ἔχομε ἀκούσει νὰ λέγῃ, «Ἐγὼ θὰ γκρεμίσω τὸν ναὸν αὐτὸν τὸν χειροποίητον καὶ σὲ τρεῖς ἡμέρες θὰ ἀνοικοδομήσω ἀλλον ἀχειροποίητον». Ἀλλ’ οὔτε καὶ στὴν περίπτωσιν αὐτὴν ἦτο σύμφωνη ἡ μαρτυρία τους. Τότε ἐσηκώθηκε ὁ ἀρχιερεὺς εἰς τὸ μέσον καὶ ἐρώτησε τὸν Ἰησοῦν, «Δὲν ἀπαντᾶς τίποτε; Διατὶ μαρτυροῦν ἐναντίον σου;». Αὐτὸς ἐσιωποῦσε καὶ δὲν ἀπαντοῦσε τίποτε. Πάλιν ὁ ἀρχιερεὺς τὸν ἐρώτησε, «Σὺ εἶσαι ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Εὐλογητοῦ;». Ὁ δὲ Ἰησοῦς εἶπε, «Ἐγὼ εἶμαι· καὶ θὰ ἰδῆτε τὸν Υἱὸν τοῦ ἀνθρώπου νὰ κάθεται εἰς τὰ δεξιὰ τῆς Δυνάμεως καὶ νὰ ἔρχεται ἐπάνω εἰς τὰ σύννεφα τοῦ οὐρανοῦ». Ὁ ἀρχιερεὺς ἔσχισε τὰ ἐνδύματά του καὶ λέγει, «Τὶ ἀνάγκην ἔχομεν ἀπὸ μάρτυρας Ἀκούσατε τὴν βλασφημίαν. Τί νομίζετε;». Ὅλοι δὲ τὸν κατέκριναν ὅτι εἶναι ἔνοχος θανάτου. Καὶ μερικοὶ ἄρχισαν νὰ τὸν φτύνουν καὶ νὰ σκεπάζουν τὸ πρόσωπόν του καὶ νὰ τὸν κτυποῦν μὲ γροθιὲς καὶ νὰ τοῦ λέγουν, «Προφήτευσε». Καὶ οἱ ὑπηρέται τὸν ἐρράπιζαν. Ἐνῷ ὁ Πέτρος ἦτο κάτω εἰς τὴν αὐλήν, ἔρχεται μία ἀπὸ τὶς ὑπηρέτριες τοῦ ἀρχιερέως, καὶ ὅταν εἶδε τὸν Πέτρον νὰ ζεσταίνεται, ἀφοῦ τὸν ἐκύτταξε καλά, τοῦ λέγει, «Καὶ σὺ ἤσουνα μαζὶ μὲ τὸν Ναζαρηνόν, τὸν Ἰησοῦν». Αὐτὸς ὅμως ἀρνήθηκε καὶ εἶπε, «Οὔτε ξέρω, οὔτε καταλαβαίνω τὶ λές». Καὶ ἐβγῆκε ἔξω εἰς τὸ προαύλιον καὶ ἕνας πετεινὸς ἐλάλησε. Καὶ ἡ ὑπηρέτρια, ὅταν τὸν εἶδε, ἄρχισε πάλιν νὰ λέγῃ εἰς ἐκείνους ποὺ εὑρίσκοντο ἐκεῖ, «Αὐτὸς εἶναι ἀπὸ αὐτούς». Ἀλλ’ ὁ Πέτρος πάλιν ἀρνήθηκε. Καὶ ὕστερα ἀπὸ λίγο οἱ εὑρισκόμενοι ἐκεῖ πάλιν τοῦ ἔλεγαν, «Ἀλήθεια, εἶσαι ἀπ’ αὐτοὺς, διότι εἶσαι Γαλιλαῖος καὶ ἡ προφορά σου μοιάζει». Ἐκεῖνος δὲ ἄρχισε μὲ κατάρες καὶ ὅρκους νὰ λέγῃ, «Δὲν ξέρω τὸν ἄνθρωπον αὐτόν γιὰ τὸν ὁποῖον μιλᾶτε». Καὶ γιὰ δεύτερη φορὰ ἐλάλησε ὁ πετεινός. Καὶ ἐθυμήθηκε ὁ Πέτρος ὅτι ὁ Ἰησοῦς τοῦ εἶχε πῇ, «Πρὶν λαλήσῃ δυὸ φορὲς ὁ πετεινὸς, θὰ μὲ ἀπαρνηθῇς τρεῖς φορές», καὶ ἄρχισε νὰ κλαίῃ. Καὶ ἐνωρὶς τὸ πρωΐ εἶχαν συμβούλιον οἱ ἀρχιερεῖς μαζὶ μὲ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς καὶ ὅλον τὸ συνέδριον καὶ ἀφοῦ ἔδεσαν τὸν Ἰησοῦν, τὸν μετέφεραν καὶ τὸν παρέδωκαν εἰς τὸν Πιλᾶτον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου