Ἐκ τοῦ κατὰ Ματθαῖον
ιζ΄ 10- 18
Τῷ καιρῷ ἐκείνῳ, ἐπηρώτησαν τὸν Ἰησοῦν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; 11ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Ἠλίας μὲν ἔρχεται πρῶτον καὶ ἀποκαταστήσει πάντα· 12λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἤδη ἦλθε, καὶ οὐκ ἐπέγνωσαν αὐτὸν, ἀλλ' ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτω καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ' αὐτῶν. 13τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς. 14Καὶ ἐλθόντων αὐτῶν πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν καὶ λέγων· 15Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. 16καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. 17ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη! ἕως πότε ἔσομαι μεθ' ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. 18καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ' αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.
Νεοελληνική απόδοση:
Καὶ τὸν ἐρώτησαν οἱ μαθηταί, «Γιατὶ λοιπὸν λέγουν οἱ γραμματεῖς ὅτι πρέπει νὰ ἔλθῃ πρῶτα ὁ Ἠλίας;». Αὐτὸς δὲ ἀπεκρίθη, «Ὁ Ἠλίας μὲν ἔρχεται πρῶτα καὶ θὰ βάλῃ ὅλα σὲ τάξιν. Σᾶς λέγω ὅμως, ὅτι ὁ Ἠλίας ἤδη ἦλθε καὶ δὲν τὸν ἀνεγνώρισαν ἀλλὰ τοῦ ἔκαναν ὅ,τι ἤθελαν. Κατὰ τὸν ἴδιο τρόπο καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου μέλλει νὰ πάθῃ ἀπὸ αὐτοὺς». Τότε κατάλαβαν οἱ μαθηταὶ ὅτι τοὺς ἐμίλησε γιὰ τὸν Ἰωάννην τὸν Βαπτιστήν. Καὶ ὅταν ἦλθαν πρὸς τὸ πλῆθος, τὸν ἐπλησίασε ἕνας καί, γονατιστός, τοῦ ἔλεγε, «Κύριε, ἐλέησε τὸ παιδί μου, διότι σεληνιάζεται καὶ ὑποφέρει πολύ. Πολλὲς φορὲς πέφτει στὴ φωτιὰ καὶ πολλὲς φορὲς στὸ νερό. Καὶ τὸν ἔφερα εἰς τοὺς μαθητάς σου ἀλλὰ δὲν μπόρεσαν νὰ τὸν θεραπεύσουν». Καὶ ὁ Ἰησοῦς εἶπε, «Ὦ γενεὰ ἄπιστη καὶ διεστραμμένη, ἕως πότε θὰ εἶμαι μαζί σας; Ἕως πότε θὰ σᾶς ἀνέχωμαι; Φέρετέ μου αὐτὸν ἐδῶ». Καὶ ἐπέπληξε αὐτὸν ὁ Ἰησοῦς καὶ ἐβγῆκε ἀπὸ αὐτὸν τὸ δαιμόνιον καὶ ἐθεραπεύθηκε τὸ παιδὶ ἀπὸ τὴν ὥραν ἐκείνην.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου