Τρίτη 28 Μαΐου 2019

Αγιογραφικό ανάγνωσμα


Ἐκ τοῦ κατὰ Ἰωάννην 
η΄ 51 – 56
Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν λόγον τὸν ἐμὸν τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα. 52εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι· Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανε καὶ οἱ προφῆται, καὶ σὺ λέγεις, ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα; 53μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανε; καὶ οἱ προφῆται ἀπέθανον· τίνα σεαυτὸν σὺ ποιεῖς; 54ἀπεκρίθη Ἰησοῦς· Ἐὰν ἐγὼ δοξάζω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι Θεὸς ἡμῶν ἐστι· 55καὶ οὐκ ἐγνώκατε αὐτόν· ἐγὼ δὲ οἶδα αὐτόν. καὶ ἐάν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος ὑμῶν ψεύστης· ἀλλ' οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ. 56Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδε καὶ ἐχάρη.

Νεοελληνική απόδοση:
 Ἀλήθεια, ἀλήθεια σᾶς λέγω, ἐὰν κανεὶς φυλάξῃ τὸν λόγον μου, δὲν θὰ ἰδῇ ποτὲ θάνατον». Εἶπαν εἰς αὐτὸν οἱ Ἰουδαῖοι, «Τώρα εἴμεθα βέβαιοι ὅτι ἔχεις δαιμόνιον. Ὁ Ἀβραὰμ πέθανε καὶ οἱ προφῆται καὶ σὺ λές, «Ἐὰν κανεὶς φυλάξῃ τὸν λόγον μου, δὲν θὰ γευθῇ ποτὲ θάνατον». Μήπως εἶσαι σὺ μεγαλύτερος ἀπὸ τὸν πατέρα μας τὸν Ἀβραάμ, ὁ ὁποῖος πέθανε; Καὶ οἱ προφῆται πέθαναν. Ποιός νομίζεις ὅτι εἶσαι;». Ἀπεκρίθη ὁ Ἰησοῦς, «Ἐὰν ἐγὼ δοξάζω τὸν ἑαυτόν μου, ἡ δόξα μου δὲν ἔχει καμμίαν ἀξίαν. Ὑπάρχει ὁ Πατέρας μου ποὺ μὲ δοξάζει, διὰ τὸν ὁποῖον σεῖς λέτε ὅτι εἶναι ὁ Θεός σας, ἂν καὶ δὲν τὸν ἔχετε γνωρίσει· ἐγὼ ὅμως τὸν ξέρω. Καὶ ἐὰν πῶ ὅτι δὲν τὸν ξέρω, θὰ εἶμαι ὅμοιος μ’ ἐσᾶς, ψεύτης, ἀλλὰ τὸν ξέρω καὶ φυλάττω τὸν λόγον του. Ὁ Ἀβραάμ, ὁ πατέρας σας, αἰσθάνθηκε ἀγαλλίασιν, διότι ἔμελλε νὰ ἰδῇ τὴν ἡμέραν μου καὶ εἶδε καὶ χάρηκε».

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου