Δευτέρα 1 Απριλίου 2024

Αγιογραφικό ανάγνωσμα



ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ Η´ 1 - 21
1 ΣΥ τὴν σοφίαν κηρύξεις, ἵνα φρόνησίς σοι ὑπακούσῃ· 2 ἐπὶ γὰρ τῶν ὑψηλῶν ἄκρων ἐστίν, ἀνὰ μέσον δὲ τῶν τρίβων ἕστηκε· 3 παρὰ γὰρ πύλαις δυναστῶν παρεδρεύει, ἐν δὲ εἰσόδοις ὑμνεῖται. 4 ῾Υμᾶς, ὦ ἄνθρωποι, παρακαλῶ, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων· 5 νοήσατε, ἄκακοι, πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. 6 εἰσακούσατέ μου, σεμνὰ γὰρ ἐρῶ καὶ ἀνοίσω ἀπὸ χειλέων ὀρθά· 7 ὅτι ἀλήθειαν μελετήσει ὁ φάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. 8 μετὰ δικαιοσύνης πάντα τὰ ρήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιὸν οὐδὲ στραγγαλιῶδες· 9 πάντα ἐνώπια τοῖς συνιοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. 10 λάβετε παιδείαν καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον· 11 κρείσσων γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. 12 ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. 13 φόβος Κυρίου μισεῖ ἀδικίαν, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν· μεμίσηκα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν. 14 ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς· 15 δι᾿ ἐμοῦ βασιλεῖς βασιλεύουσι καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην· 16 δι᾿ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι δι᾿ ἐμοῦ κρατοῦσι γῆς. 17 ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. 18 πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη. 19 βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον, τὰ δὲ ἐμὰ γεννήματα κρείσσω ἀργυρίου ἐκλεκτοῦ. 20 ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ καὶ ἀνὰ μέσον τρίβων δικαιοσύνης ἀναστρέφομαι, 21 ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν. ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ᾿ ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι.

Νεοελληνική απόδοση:
 Σὺ ὅμως, ὡς φρόνιμος καὶ συνετὸς νέος, ἀφοῦ στρέψῃς τὰ νῶτα πρὸς τὴν ἀκολασίαν, θὰ διακηρύξῃς ἐμπράκτως τὴν θεογέννητον σοφίαν, διὰ νὰ σὲ ὑπηρετήσῃ εἰς ὅλην σου τὴν ζωήν. 2 Δὲν εἶναι δὲ ἡ σοφία αὐτὴ δυσεύρετος, διότι ὑπάρχει εἰς πανύψηλὰ καὶ περίοπτα μέρη καὶ στέκεται εἰς τὸ μέσον τῶν πολυσύχναστων δρόμων καὶ τὴν εὑρίσκει κανεὶς παντοῦ ἐμπρός του. 3 Διότι παραστέκει εἰς τὰς θύρας τῶν μεγάρων, ποὺ διαμένουν οἱ ἄρχοντες, εἰς δὲ τὰς εἰσόδους τῶν πόλεων, ὅπου γίνονται αἱ συνεδριάσεις τῶν δικαστηρίων καὶ αἱ δημόσιαι συγκεντρώσεις, ἐξυμνεῖται καὶ ἐκθειάζεται. 4 Ὦ ἄνθρωποι, ἀδιακρίτως γένους, σᾶς παρακαλῶ, καὶ πρὸς ὅλους σας τοὺς ἀπογόνους τῶν ἀνθρώπων ἀπευθύνω τὴν φωνήν μου. 5 Σεὶς οἱ ἀπονήρευτοι μάθετε φρονιμάδαν, καὶ σεῖς οἱ ψυχικῶς ἀμόρφωτοι βάλετε μυαλό. 6 Ἀκούσατέ με ἀπὸ τὰ βάθη τῆς ψυχῆς σας, διότι θὰ σᾶς εἴπω σπουδαία καὶ ὠφέλιμα καὶ θὰ ἀνεβάσω εἰς τὰ χείλη μου ὀρθὰ καὶ ἀληθινὰ διδάγματα. 7 Διότι ὁ φάρυγξ μου θὰ εἴπῃ ἀλήθειαν, σιχαμερὰ δὲ εἶναι ἐμπρός μου τὰ χείλη ποὺ ψεύδονται. 8 Ὅλα τὰ λόγια τοῦ στόματός μου εἶναι ζυμωμένα μὲ δικαιοσύνην καὶ δὲν ὑπάρχει εἰς αὐτὰ κανένα στραβὸ καὶ διεστραμμένον· 9 ὅλα, ὅσα λέγω ἐγώ, εἶναι φανερά, σαφῆ καὶ καταληπτὰ εἰς ὅσους ἔχουν πόθον καὶ εἰλικρινῆ διάθεσιν διὰ νὰ τὰ ἐννοήσουν, εἶναι δὲ ὀρθὰ καὶ ἀληθινὰ εἰς ὅσους θέλουν νὰ τὰ γνωρίσουν. 10 Προτιμήσατε τὴν θείαν παιδαγωγίαν καὶ ὄχι τὰ χρήματα, καὶ τὴν γνῶσιν τοῦ θείου θελήματος περισσότερον ἀπὸ τὸ γνήσιον καὶ καθαρὸν χρυσάφι. 11 Διότι ἡ μεταδιδομένη ἀπὸ τὸν φόβον τοῦ Θεοῦ σοφία εἶναι ἀσυγκρίτως ἀνωτέρα ἀπὸ τοὺς πολυτίμους λίθους, ὁποιονδήποτε δὲ πολύτιμον πρᾶγμα δὲν ἠμπορεῖ νὰ φθάσῃ τὴν ἀξίαν της. 12 Ἐγὼ ἡ ἐνυπόστατος Σοφία χαρίζω καὶ ἐγκαθιστῶ ὡς εἰς σκηνήν, εἰς ὅσους μὲ ἐγκολποῦνται, θέλησιν ἰσχυράν. Γνῶσιν καὶ περίσκεψιν ἐγὼ τὰς ἐμπνέω, τὰς προκαλῶ καὶ τὰς φέρω μαζί μου. 13 Ἐκεῖνος, ποὺ ἔχει εἰς τὴν ψυχήν του τὸν φόβον τοῦ Κυρίου, μισεῖ τὴν ἀδικίαν καὶ τὴν ἀλαζονικὴν συμπεριφορὰν καὶ τὴν ὑπερηφάνειαν καὶ τὴν διαγωγὴν τῶν ἁμαρτωλῶν. Μισῶ δὲ ἐγὼ ἀνέκαθεν τὴν διεστραμμένην πολιτείαν τῶν κακῶν ἀνθρώπων. 14 Ἰδική μου εἶναι ἡ πεφωτισμένη κρίσις καὶ συμβουλή, καθὼς καὶ ἡ ἀσφαλὴς ἔκβασις τῶν διαφόρων ζητημάτων, ιδική μου εἶναι ἡ φρόνησις, ἰδική μου δὲ καὶ ἡ δύναμις, ἡ φέρουσα εἰς αἴσιον πέρας τὰ ἀγαθὰ καὶ συνετὰ βουλεύματα. 15 Χάρις εἰς ἐμὲ βασιλεῖς διατηροῦν τὸ βασιλικόν των ἀξίωμα καὶ οἱ ἄρχοντες νομοθετοῦν δίκαια. 16 Χάρις εἰς ἐμὲ μεγιστᾶνες δοξάζονται καὶ μονάρχαι διὰ τοῦ ἰδικοῦ μου φωτισμοῦ κυριαρχοῦν ἐπὶ τῆς γῆς. 17 Ἐγὼ ἀγαπῶ ὅσους μὲ ἀγαποῦν, ὅσοι δὲ μὲ ζητοῦν, θὰ εὔρουν μεγάλην χάριν καὶ εὐλογίαν. 18 Εἰς ἐμένα ὑπάρχει πλοῦτος καὶ δόξα καὶ θησαυρὸς πολλῶν ἀγαθῶν καὶ δικαιοσύνη. 19 Εἶναι προτιμότερον νὰ ἀπολαμβάνῃς τοὺς ἰδικούς μου καρπούς, παρὰ νὰ ἔχῃς χρυσάφι καὶ πολύτιμα πετράδια. Τὰ δὲ προϊόντα μου εἶναι ἀνώτερα ἀπὸ τὸ ἐκλεκτὸν καὶ ἀνόθευτον ἀσῆμι. 20 Πάντοτε βαδίζω εἰς τοὺς δρόμους τῆς ἀρετῆς καὶ εὑρίσκομαι διαρκῶς ἐν μέσῳ τῶν πολυσυχνάστων δρόμων τῆς δικαιοσύνης, 21 διὰ νὰ μοιράζω εἰς ὅσους μὲ ἀγαποῦν περιουσίαν ἄφθαρτον καὶ νὰ γεμίζω τὰς ἀποθήκας των ἀπὸ ἀγαθὰ καὶ θησαυροὺς αἰωνίους. Καιρὸς ὅμως εἶναι νὰ ὑπερπηδήσω τὰ ὅρια τῆς γηΐνης ἱστορίας· διὰ τοῦτο δὲν θὰ σᾶς εἴπω πλέον διὰ τὰ καθημερινὰ καὶ ἐφήμερα γεγονότα, ἀλλὰ θὰ μνημονεύσω καὶ θὰ ἀπαριθμήσω ὅσα συνέβησαν πρὸ αἰώνων πολλῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου