Πέμπτη 7 Νοεμβρίου 2019

Αγιογραφικό ανάγνωσμα


Ἐκ τοῦ κατὰ Λουκᾶν
ιγ΄ 1 - 9
Τῷ καιρῷ ἐκείνῳ, παρῆσάν τινες ἀπαγγέλλοντες τῷ Ἰησοῦ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξε μετὰ τῶν θυσιῶν αὐτῶν. 2καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι τοιαῦτα πεπόνθασιν; 3οὐχί, λέγω ὑμῖν, ἀλλ' ἐὰν μὴ μετανοῆτε, πάντες ὡσαύτως ἀπολεῖσθε. 4ἢ ἐκεῖνοι οἱ δέκα καὶ ὀκτὼ, ἐφ' οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι οὗτοι ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς κατοικοῦντας ἐν Ἱερουσαλήμ; 5οὐχί, λέγω ὑμῖν, ἀλλ' ἐὰν μὴ μετανοήσητε, πάντες ὁμοίως ἀπολεῖσθε. 6Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν· Συκῆν εἶχέν τις ἐν τῷ ἀμπελῶνι αὐτοῦ πεφυτευμένην, καὶ ἦλθε ζητῶν καρπὸν ἐν αὐτῇ, καὶ οὐχ εὗρεν. 7εἶπε δὲ πρὸς τὸν ἀμπελουργόν· ἰδοὺ τρία ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ, καὶ οὐχ εὑρίσκω· ἔκκοψον αὐτήν· ἱνατί καὶ τὴν γῆν καταργεῖ; 8ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια. 9κἂν μὲν ποιήσῃ καρπὸν· εἰ δὲ μήγε, εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν.

Νεοελληνική απόδοση:
Ἐκείνην τὴν στιγμὴν ἦλθαν μερικοὶ καὶ τοῦ εἶπαν περὶ τῶν Γαλιλαίων, τῶν ὁποίων τὸ αἷμα ὁ Πιλᾶτος ἀνέμιξε μὲ τὰς θυσίας των. Καὶ ὁ Ἰησοῦς τοὺς ἀπεκρίθη, «Νομίζετε ὅτι αὐτοὶ οἱ Γαλιλαῖοι ἐπειδὴ ἔπαθαν αὐτά, ἦσαν περισσότερον ἁμαρτωλοὶ ἀπὸ ὅλους τοὺς ἄλλους Γαλιλαίους; Ὄχι σᾶς λέγω, ἀλλ’ ἐὰν δὲν μετανοήσετε, θὰ χαθῆτε ὅλοι κατὰ τὸν ἴδιο τρόπο. Ἢ ἐκεῖνοι οἱ δέκα ὀκτὼ ποὺ ἔπεσε ἐπάνω τους ὁ πύργος τοῦ Σιλωὰμ καὶ τοὺς ἐσκότωσε, νομίζετε ὅτι ἦσαν περισσότερον ἁμαρτωλοὶ ἀπὸ ὅλους τοὺς ἄλλους κατοίκους τῆς Ἱερουσαλήμ; Ὄχι σᾶς λέγω, ἀλλ’ ἐὰν δὲν μετανοήσετε, θὰ χαθῆτε ὅλοι κατὰ τὸν ἴδιο τρόπο». Εἶπε δὲ αὐτὴν τὴν παραβολήν, «Εἶχε κάποιος μιὰ συκιὰ φυτεμένη στὸ ἀμπέλι του καὶ ἦλθε νὰ ζητήσῃ καρπὸν εἰς αὐτὴν ἀλλὰ δὲν εὑρῆκε. Καὶ εἶπε εἰς τὸν ἀμπελουργόν, «Τρία χρόνια τώρα ἔρχομαι καὶ ζητῶ καρπὸν στὴ συκιὰ αὐτὴ καὶ δὲν βρίσκω· κόψε την· διατὶ νὰ ἀχρηστεύῃ καὶ τὴν γῆν;». Ἐκεῖνος δὲ ἀπεκρίθη, «Κύριε, ἄφησέ την καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω γύρω της καὶ βάλω κοπριά, καὶ ἐὰν κάνῃ καρπόν, ἔχει καλῶς· ἄλλως θὰ τὴν κόψῃς εἰς τὸ μέλλον».

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου