ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ Θ´ 1 - 11
1 Η σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισε στύλους ἑπτά· 2 ἔσφαξε τὰ ἑαυτῆς θύματα, ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν· 3 ἀπέστειλε τοὺς ἑαυτῆς δούλους συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα λέγουσα· 4 ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με· καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· 5 ἔλθετε φάγετε τῶν ἐμῶν ἄρτων καὶ πίετε οἶνον, ὃν ἐκέρασα ὑμῖν· 6 ἀπολείπετε ἀφροσύνην, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε, καὶ ζητήσατε φρόνησιν, καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν. 7 ῾Ο παιδεύων κακοὺς λήψεται ἑαυτῷ ἀτιμίαν· ἐλέγχων δὲ τὸν ἀσεβῆ μωμήσεται ἑαυτόν. 8 μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε. 9 δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. 10 ἀρχὴ σοφίας φόβος Κυρίου, καὶ βουλὴ ἁγίων σύνεσις, τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς· 11 τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς σου.

Νεοελληνική απόδοση:
Λαβὼν δὲ τὸν λόγον ὁ Ἰὼβ εἶπεν: Η Σοφία, ἐνυπόστατος καὶ ὡς πρόσωπον συγκεκριμένον, ἔκτισε τὴν οἰκίαν της καὶ ἔθεσεν ὡς στήριγμά της στύλους ἑπτά. Οὕτω τὸ οἰκοδόμημα τῆς ἐθεμελιώθη καὶ ἐστηρίχθη ἐπὶ θεμελίου ἀδιασείστου. 2 Ἔσφαξε τὰ πρὸς χορτασμὸν τῶν συνδαιτυμόνων της σφάγιά της καὶ ἔρριψεν εἰς μεγάλο οἰνοδοχεῖον τὸν οἶνον της καὶ ἡτοίμασε τὴν τράπεζάν της. 3 Ἀκολούθως, ὅταν ἐτοιμάσθησαν ὅλα, ἡ Σοφία ἀπέστειλε τοὺς ὑπηρέτας της καὶ τοὺς τεταγμένους εἰς διακονίαν της νὰ καλῇ τοὺς ἀνθρώπους μὲ λόγια ὑπέροχα, προβάλλουσα αὐτὰ ἀπὸ τόπου ὑψηλοῦ ὡς δροσιστικὸν καὶ εὐφρόσυνον καὶ ζωηφόρον ποτὸν καὶ λέγουσα: 4 Ὅποιος δὲν ἔχει ἀποκτήσει ἀκόμη φρόνησιν καὶ στερεῖται σοφίας καὶ συνέσεως, ἂς ἔλθῃ κοντά μου διὰ νὰ τὸν κάμω σοφόν. Καὶ εἰς ἐκείνους, ποὺ εἶναι πτωχοὶ ἀπὸ μυαλά, εἶπεν: 5 Ἐλάτε νὰ φάγετε ἀπὸ τοὺς ἄρτους μου καὶ νὰ πίετε ἀπὸ τὸν οἶνόν μου, τὸν ὁποῖον γιὰ σᾶς ἔχω κεράσει. 6 Ἀφήσατε τὴν ἀνοησίαν καὶ ἀσυνεσίαν, ποὺ σᾶς προκαλεῖ ἡ ἁμαρτία, διὰ νὰ βασιλεύσετε μαζί μου αἰωνίως, καὶ ζητήσατε τὴν φρόνησιν καὶ διὰ τῆς γνώσεως τοῦ θελήματός μου κατορθώσατε νὰ γίνετε συνετοί. 7 Ἐκεῖνος, ὁ ὁποῖος θὰ ἐπιχειρήσῃ νὰ παιδαγωγήσῃ τοὺς κακούς, θὰ ἀτιμασθῇ καὶ θὰ ὑβρισθῇ ἀπὸ αὐτούς, διότι εἶναι πείσμονες καὶ ἀδιόρθωτοι. Καὶ ἐκεῖνος, ποὺ θέλει νὰ ἐλέγξῃ τὸν κακὸν καὶ ἀσεβῆ, ἀντὶ νὰ τὸν ὠφελήσῃ, θὰ προσάψῃ κατηγορίαν εἰς τὸν ἑαυτόν του. 8 Μὴ ἐλέγχῃς τοὺς κακούς, διὰ νὰ μὴ σὲ μισήσουν· ἔλεγχε τὸν μυαλωμένον καὶ συνετόν, καὶ θὰ σὲ ἀγηπήσῃ, διότι γνωρίζει τὴν ἀξίαν τοῦ ἐλέγχου. 9 Δίδε εἰς τὸν συνετὸν καὶ σοφὸν ἀφορμὴν διορθώσεως, καὶ θὰ γίνῃ σοφώτερος, προσεκτικώτερος καὶ τελειότερος· κάμε γνωστὸς καὶ φανέρωσε εἰς τὸν ἐνάρετον τὰς ἐλλείψεις τοῦ χαρακτῆρος του, καὶ θὰ ἐξακολουθήσῃ καὶ εἰς τὸ μέλλον νὰ δέχεται τὰς ὑποδείξεις καὶ τὰς συμβουλάς σου. 10 Βάσις καὶ θεμέλιον τῆς κατὰ Θεὸν σοφίας εἶναι ὁ βαθὺς σεβασμὸς καὶ ἡ βαθεῖα πρὸς τὸν Θεὸν εὐλάβεια, καὶ ἐκεῖνο, ποὺ θέλουν καὶ ἐπιθυμοῦν οἱ ἅγιοι, εἶναι ἡ σύνεσις. Τὸ νὰ ἐννοήσῃ δὲ κανεὶς τὸν θεῖον νόμον εἶναι γνώρισμα καὶ ἀπόδειξις φωτισμένης διανοίας. 11 Μὲ τὸν τρόπον αὐτόν, δηλαδὴ μὲ τὸ νὰ φοβῆσαι καὶ εὐλαβῆσαι τὸν Θεὸν καὶ μὲ τὸ νὰ μελετᾷς καὶ ἐφαρμόζῃς τὸν νόμον του, θὰ ζήσῃς πολὺν χρόνον καὶ θὰ σοῦ προστεθοῦν πολλὰ χρόνια ζωῆς.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου