Τρίτη 12 Ιανουαρίου 2021

Αγιογραφικό ανάγνωσμα

 

Ἐκ τοῦ κατὰ Λουκᾶν
κ΄ 1 - 8
Τῷ καιρῷ ἐκείνῳ, διδάσκοντος τοῦ Ἰησοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἱερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις 2καὶ εἶπον πρὸς αὐτόν λέγοντες· Εἰπέ ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην; 3ἀποκριθεὶς δὲ εἶπε πρὸς αὐτούς· Ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον, καὶ εἴπατέ μοι· 4τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; 5οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ, διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; 6ἐὰν δὲ εἴπωμεν, ἐξ ἀνθρώπων, πᾶς ὁ λαὸς καταλιθάσει ἡμᾶς· πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι. 7καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν. 8καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

Νεοελληνική απόδοση:
Ὅταν μίαν ἡμέραν ἐδίδασκε τὸν λαὸν εἰς τὸν ναὸν καὶ ἐκήρυττε τὸ χαρμόσυνον ἄγγελμα, τὸν ἐπλησίασαν οἱ ἱερεῖς καὶ οἱ γραμματεῖς μαζὶ μὲ τοὺς πρεσβυτέρους καὶ τοῦ εἶπαν, «Πές μας μὲ ποιάν ἐξουσίαν κάνεις αὐτὰ καὶ ποιός σοὺ ἔδωκε τὴν ἐξουσίαν αὐτήν;». Αὐτὸς τοὺς ἀπεκρίθη, «Θὰ σᾶς κάνω καὶ ἐγὼ μίαν ἐρώτησιν: πέστε μου, τὸ βάπτισμα τοῦ Ἰωάννου ἦτο ἀπὸ τὸν οὐρανὸν ἢ ἀπὸ τοὺς ἀνθρώπους;». Αὐτοὶ συζητοῦσαν μεταξύ τους καὶ ἔλεγαν, «Ἐὰν ποῦμε, «Απὸ τὸν οὐρανόν», θὰ μᾶς πῇ, «Γιατὶ δὲν ἐπιστέψατε σ’ αὐτόν;». Ἐὰν ποῦμε «Απὸ τοὺς ἀνθρώπους», ὅλος ὁ λαὸς θὰ μᾶς λιθοβολήσῃ, διότι εἶχε πεισθῆ ὅτι ὁ Ἰωάννης εἶναι προφήτης». Ἀπεκρίθησαν ὅτι δὲν γνωρίζουν ἀπὸ ποῦ. Καὶ ὁ Ἰησοῦς τοὺς εἶπε, «Οὔτε καὶ ἐγὼ σᾶς λέγω μὲ ποιάν ἐξουσίαν κάνω αὐτά».

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου