Τετάρτη 13 Φεβρουαρίου 2019

Αγιογραφικό ανάγνωσμα


Ἐκ τοῦ κατὰ Μάρκον 
ιβ΄ 28 - 37 
Τῷ καιρῷ ἐκείνῳ, προσελθὼν εἷς τῶν γραμματέων τῷ Ἰησοῦ, ἀκούσας συζητούντων τῶν Σαδδουκαίων μετ΄ αὐτοῦ, ἰδὼν ὅτι καλῶς αὐτοῖς ἀπεκρίθη, ἐπηρώτησεν αὐτόν· Ποία ἐστὶ πρώτη πάντων ἐντολὴ; 29ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ ὅτι Πρώτη πάντων ἐντολὴ· ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστι· 30καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. αὕτη πρώτη ἐντολὴ· 31καὶ δευτέρα ὁμοία, αὕτη· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστι. 32καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· Καλῶς, διδάσκαλε, ἐπ' ἀληθείας εἶπας ὅτι εἷς ἐστι καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ· 33καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς συνέσεως καὶ ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν πλεῖόν ἐστι πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν. 34καὶ ὁ Ἰησοῦς ἰδὼν ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ· Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ. καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι. 35Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγε διδάσκων ἐν τῷ ἱερῷ· Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς υἱὸς Δαυῒδ ἐστι; 36αὐτὸς γὰρ Δαυῒδ εἶπεν ἐν Πνεύματι ἁγίῳ· λέγει ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. 37αὐτὸς οὖν Δαυῒδ λέγει αὐτὸν Κύριον· καὶ πόθεν υἱός αὐτοῦ ἐστι; καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως. 

Νεοελληνική απόδοση:
Καὶ ἐπλησίασε ἕνας άπὸ τοὺς γραμματεῖς, ὁ ὁποῖος τοὺς ἄκουσε νὰ συζητοῦν καὶ ἐπειδὴ ἐκατάλαβε ὅτι καλὰ ἀπεκρίθη, τὸν ἐρώτησε, «Ποιὰ εἶναι ἡ πρώτη ἀπὸ ὅλας τὰς ἐντολάς;. Ὁ Ἰησοῦς τοῦ ἀπεκρίθη, «Ἡ πρώτη ἐντολὴ εἶναι, Ἄκουε, Ἰσραήλ, ὁ Κύριος ὁ Θεός μας εἶναι ἕνας Κύριος. Καὶ νὰ ἀγαπᾷς τὸν Κύριον τὸν Θεόν σου μὲ ὅλην σου τὴν καρδιὰ καὶ μὲ ὅλην σου τὴν ψυχὴν καὶ μὲ ὅλην σου τὴν διάνοιαν καὶ μὲ ὅλην σου τὴν δύναμιν. Αὐτὴ εἶναι ἡ πρώτη ἐντολή. Ἡ δεύτερη εἶναι αὐτή, Νὰ ἀγαπᾷς τὸν πλησίον σου σὰν τὸν ἑαυτόν σου. Δὲν ὑπάρχει ἐντολὴ μεγαλύτερη ἀπὸ αὐτές». Καὶ εἶπε εἰς αὐτὸν ὁ γραμματεύς, «Καλά, Διδάκαλε. Ὀρθὰ εἶπες ὅτι ἕνας Θεὸς ὑπάρχει καὶ δὲν ὑπάρχει ἄλλος ἐκτὸς ἀπὸ αὐτόν, καὶ τὸ νὰ ἀγαπᾶμε αὐτὸν μὲ ὅλην τὴν καρδιὰ καὶ μὲ ὅλην τὴν διάνοιαν καὶ μὲ ὅλην τὴν ψυχὴν καὶ τὸ νὰ ἀγαπᾶμε τὸν πλησίον ὅπως τὸν ἑαυτόν μας, ἀξίζει περισσότερον ἀπὸ ὅλα τὰ ὁλοκαυτώματα καὶ τὰς θυσίας». Καὶ ὁ Ἰησοῦς, ἐπειδὴ εἶδε ὅτι συνετὰ ἀπεκρίθη, τοῦ εἶπε, «Δὲν εἶσαι μακρυὰ ἀπὸ τὴν βασιλείαν τοῦ Θεοῦ». Καὶ κανεὶς πλέον δὲν ἐτολμοῦσε νὰ τὸν ἐρωτήσῃ. Καὶ ἔλεγε ὁ Ἰησοῦς κατὰ τὴν διδασκαλίαν του εἰς τὸν ναόν, «Πῶς λέγουν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς εἶναι υἱὸς τοῦ Δαυΐδ; Διότι ὁ ἴδιος ὁ Δαυΐδ εἶπε, ἐμπνευσθεὶς ἀπὸ τὸ Πνεῦμα τὸ Ἅγιον, «Εἶπε ὁ Κύριος εἰς τὸν Κύριόν μου, Κάθησε εἰς τὰ δεξιά μου ἕως ὅτου κάνω τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδιῶν σου. Ὁ ἴδιος λοιπὸν ὁ Δαυΐδ τὸν λέγει Κύριον, πῶς λοιπὸν εἶναι υἱός του;».

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου