Παρασκευή 22 Ιουνίου 2018

Το Αποστολικό ανάγνωσμα της ημέρας


ΠΑΡΑΣΚΕΥΗ Δ΄, ΕΒΔΟΜΑΔΟΣ 
Πρὸς Ρωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 11:25-36 

Ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν, τὸ μυστήριον τοῦτο, (ἵνα μὴ ἦτε παρ᾿ ἑαυτοῖς φρόνιμοι), ὅτι πώρωσις ἀπὸ μέρους τῷ ᾿Ισραὴλ γέγονεν ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ. Καὶ οὕτω πᾶς ᾿Ισραὴλ σωθήσεται, καθὼς γέγραπται· ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ ᾿Ιακώβ· καὶ αὕτη αὐτοῖς ἡ παρ᾿ ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν· κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι᾿ ὑμᾶς, κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας· ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ· ὥσπερ γὰρ καὶ ὑμεῖς ποτε ἠπειθήσατε τῷ Θεῷ, νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ, οὕτω καὶ οὗτοι νῦν ἠπείθησαν, τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ ἐλεηθῶσι· συνέκλεισε γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ. ῏Ω βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ; ὅτι ἐξ αὐτοῦ καὶ δι᾿ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν. 

Νεοελληνική απόδοση:

Δὲν θέλω νὰ ἀγνοῆτε, ἀδελφοί, τὸ μυστικὸ αὐτό, διὰ νὰ μὴ θεωρῆτε τοὺς ἑαυτούς σας σοφούς, ὅτι δηλαδὴ ἔπεσεν ἐν μέρει ἀναισθησία ἐπὶ τῶν Ἰσραηλιτῶν, ἕως ὅτου εἰσέλθῃ ὁ πλήρης ἀριθμὸς τῶν ἐθνικῶν καὶ ἔτσι σωθῇ ὅλος ὁ Ἰσραηλιτικὸς λαός, καθὼς εἶναι γραμμένον: Ἀπὸ τὴν Σιὼν θὰ ἔλθῃ ὁ Λυτρωτὴς καὶ θὰ διώξῃ τὰς ἀσεβείας ἀπὸ τὸν Ἰακώβ. Αὐτὴ θὰ εἶναι ἡ διαθήκη μου εἰς αὐτούς, ὅταν ἀφαιρέσω τὰς ἁμαρτίας των. Ἐν σχέσει πρὸς τὸ εὐαγγέλιον εἶναι ἐχθροὶ τοῦ Θεοῦ πρὸς χάριν σας, ἀλλ’ ἐν σχέσει πρὸς τὴν ἐκλογήν των ἀπὸ τὸν Θεὸν εἶναι ἀγαπητοὶ εἰς αὐτόν, χάριν τῶν προπατόρων των, διότι τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ εἶναι πράγματα ποὺ δὲν ἀνακαλοῦνται. Καθὼς καὶ σεῖς κάποτε ἤσαστε ἀπαθεῖς εἰς τὸν Θεόν, ἀλλὰ τώρα ἐλεηθήκατε ἐξ αἰτίας τῆς παρακοῆς των, ἔτσι καὶ τώρα, ὅταν σεῖς ἐλεῆσθε, αὐτοὶ ἔχουν ἀπειθήσει διὰ νὰ ἐλεηθοῦν καὶ αὐτοί. Διότι ὁ Θεὸς ἔκλεισε ὅλους εἰς ἀπειθείαν, διὰ νὰ τοὺς ἐλεήσῃ ὅλους. Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως τοῦ Θεοῦ! Πόσον ἀνεξερεύνητοι εἶναι αἱ κρίσεις του, πόσον ἀνεξιχνίαστοι αἱ ὁδοί του! Διότι, Ποιός ἐγνώρισε τὴν σκέψιν τοῦ Κυρίου; Ἢ ποιός ἔγινε σύμβουλός του; Ἢ ποιός τοῦ ἔδωσε πρῶτος κάτι, ὥστε νὰ λάβῃ ἀνταπόδοσιν; Διότι ἀπὸ αὐτὸν καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν εἶναι τὰ πάντα. Εἰς αὐτὸν ἂς εἶναι ἡ δόξα αἰωνίως· ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου