Αἴγυπτον ἄρδει Νεῖλος, ἀλλὰ καὶ κτίσιν.
Λόγῳ κατάρδει, καὶ θανών, Νεῖλος μέγας.
Βιογραφία
Για τον Όσιο Νείλο, αναφέραμε στο βιογραφικό σημείωμα του γιου του Θεοδούλου, που η μνήμη του γιορτάζεται την 14η Ιανουαρίου.
Αλλά ο Σ. Ευστρατιάδης στο Αγιολόγιο του γράφει και τα εξής: «Οὗτος ἦν διάσημος ἐν λόγοις καὶ ἐν ἀξιώματι, ἔπαρχος Κωνσταντινουπόλεως καὶ εὐσεβέστατος, ζῶν ἐπὶ τῆς ἐποχῆς Θεοδοσίου τοῦ Μεγάλου (379 - 395) [εἰκάζω μᾶλλον ἐπὶ Θεοδοσίου τοῦ Β´ (408 - 450)], κατὰ δὲ τὸν Συναξαριστὴν Νικόδημου (οὐχὶ ὀρθῶς) ἐπὶ Μαυρικίου (582 - 602)· συζευχθεὶς μετὰ γυναικὸς ἀπέκτησε τέκνα δυό, ἓν ἄῤῥεν καὶ ἓν θήλυ· ἀλλὰ ἄσβεστον ζῆλον ἔχων πρὸς τὴν μοναχικὴν πολιτείαν, κατέπεισε τὴν σύζυγον αὐτοῦ νὰ ἐγκαταλείψωσι τὴν Κωνσταντινούπολιν καὶ ἦλθον εἰς Ἄλεξανδρειαν ἐκεῖ διεχωρίσθησαν ἀπ᾿ ἀλλήλων, καὶ ἡ μὲν γυνὴ ἔλαβε μεθ᾿ ἑαυτῆς τὸ θυγάτριον, ὁ δὲ Νεῖλος τὸν υἱὸν αὐτοῦ Θεόδουλον, μεθ᾿ οὗ ἀπῆλθεν εἰς τὸ ὄρος Σινᾶ πρὸς ἄσκησιν ἀλλ᾿ ἐκεῖ ἐπιπεσόντες βάρβαροι ἀπήγαγαν μεταξὺ ἄλλων καὶ τὸν υἱὸν αὐτοῦ, διὰ τὸν ὁποίον ἔκλαιε καὶ ἐθρήνει πικρῶς (ἴδ. Ἀββάδες τριάκοντα ὀκτὼ οἱ ἐν Σινᾶ, Ἰανουαρ. 14). Εἰς τὴν ἐρημικὴν ἐκείνην ἀνάπαυσιν ἠσχολήθη εἰς συγγραφὰς ἀσκητικῶν ἔργων, μαρτυρούντων τὴν σοφίαν αὐτοῦ καὶ τὸν πρὸς ἄσκησιν ἔρωτα. Ἐν νηστείαις καὶ προσευχαῖς διαβιώσας, ἐκοιμήθη ἐν εἰρήνῃ. Τὰ ἱερὰ αὐτοῦ ὀστᾶ μετακομίσθησαν ὑπὸ τοῦ βασιλέως Ἰουστίνου (518 - 527) καὶ κατετέθησαν ἐν τῷ ναῷ τοῦ ἀποστόλου Παύλου ἐν τῷ Ὀρφανοτροφείῳ κάτωθεν τοῦ θυσιαστηρίου. Ἂν τοῦτο ἀληθεύῃ, ἡ τοῦ Συναξαριστοῦ πληροφορία, ὅτι ἐπὶ Μαυρικίου ἤκμασε, δὲν στηρίζεται».
Ἀπολυτίκιον
Ἦχος πλ. δ’.
Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστήρ, τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασι, Νεῖλε Πατὴρ ἡμῶν, Ὅσιε, Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον
Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τὰς φρυγανώδεις τῶν παθῶν τῶν ἐκ τοῦ σώματος, ἐπαναστάσεις τιμητικῶς Νεῖλε Μακάριε, ἐν ἀγρύπνῳ σου συνέκοψας ἱκέσιᾳ. Ἀλλ᾽ ὡς ἔχων παῤῥησίαν πρὸς τὸν Κύριον, ἐκ παντοίων μὲ κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι, Χαίροις Πάτερ παγκόσμιε.
Ὁ Οἶκος
Τίς σου τῶν ἐπιγείων, ἐξισχύσειε, Νεῖλε, εἰπεῖν τῆς πολιτείας τὰ ἆθλα, καὶ τοῦ βίου σου τοὺς ἀμέτρους μόχθους, καὶ πολλοὺς κόπους σου, οὓς ἐπὶ γῆς ὡς ἄσαρκος ἐτέλεσας; ἀλλ' ὅμως ἴδε, οὕτω σοι κράζω·
Χαίροις, Θεοῦ ποταμὲ χαρίτων, χαίροις, Χριστοῦ διδαγμάτων πλημμύρα.
Χαίροις, τῆς σοφίας κρατὴρ καὶ τῆς γνώσεως, χαίροις, ἀθανάτων φυτῶν τὸ γεώργιον.
Χαίροις δόγμα πρακτικώτατον θεοπνεύστων λογίων, χαίροις, νόμου ἐμπειρότατε θεοσδότου ἑρμηνεύς.
Χαίροις, τοῦ νοουμένου Παραδείσου φυτουργέ, χαίροις, τῆς παρθενίας φυλακτήριον μέγα.
Χαίροις, τερπνὴ κιθάρα τοῦ Πνεύματος, χαίροις, παθῶν ῥιζοτόμος μάχαιρα.
Χαίροις, ἀνδρῶν δικαίων τὸ ἔρεισμα, χαίροις, πιστῶν γηγενῶν ὁ προστάτης.
Χαίροις, Πάτερ παγκόσμιε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου