Τρίτη 9 Μαΐου 2017

Το Ευαγγελικό ανάγνωσμα της ημέρας


Τῌ ΤΡΙΤῌ ΤΗΣ Δ΄ ΕΒΔΟΜΑΔΟΣ 
Ἐκ τοῦ κατὰ Ἰωάννην 
ζ΄ 1 – 13 
Τῷ καιρῷ ἐκείνῳ περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία. εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· Μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσωσι τὰ ἔργα σου ἃ ποιεῖς· οὐδεὶς γάρ ἐν κρυπτῷ τι ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς· ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτήν ταύτην, ἐγὼ οὔπω ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ ἐμὸς καιρὸς οὔπω πεπλήρωται. ταῦτα δὲ εἰπὼν αὐτοῖς ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ. Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν, οὐ φανερῶς, ἀλλ' ἐν κρυπτῷ. οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον· Ποῦ ἐστιν ἐκεῖνος; καὶ γογγυσμὸς πολὺς περὶ αὐτοῦ ἦν ἐν τοῖς ὄχλοις, οἱ μὲν ἔλεγον ὅτι ἀγαθός ἐστιν, ἄλλοι ἔλεγον, οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων. 

Νεοελληνική απόδοση:
Ὕστερα ἀπὸ αὐτὰ περιήρχετο ὁ Ἰησοῦς τὴν Γαλιλαίαν· δὲν ἤθελε νὰ μείνῃ εἰς τὴν Ἰουδαίαν, διότι οἱ Ἰουδαῖοι ἐζητοῦσαν νὰ τὸν σκοτώσουν. Ἐπειδὴ ἐπλησίαζε ἡ ἑορτὴ τῶν Ἰουδαίων, ἡ σκηνοπηγία, τοῦ εἶπαν οἱ ἀδελφοί του, «Φύγε ἀπ’ ἐδῶ καὶ πήγαινε εἰς τὴν Ἰουδαίαν διὰ νὰ ἰδοῦν καὶ οἱ μαθηταί σου τὰ ἔργα ποὺ κάνεις, διότι κανεὶς δὲν κάνει τίποτε εἰς τὰ κρυφὰ ὅταν ζητῇ νὰ γίνῃ γνωστός. Ἐὰν κάνῃς αὐτὰ τὰ πράγματα, φανερώσου εἰς τὸν κόσμον». Διότι οὔτε καὶ οἱ ἀδελφοί του δὲν ἐπίστευαν εἰς αὐτόν. Λέγει τότε εἰς αὐτοὺς ὁ Ἰησοῦς, «Ὁ δικός μου καιρὸς ἀκόμη δὲν ἦλθε, ἐνῷ γιὰ σᾶς ὁ καιρὸς εἶναι πάντοτε κατάλληλος. Ὁ κόσμος δὲν μπορεῖ νὰ μισῇ ἐσᾶς, ἐμὲ ὅμως μὲ μισεῖ, ἐπειδὴ μαρτυρῶ ὅτι τὰ ἔργα του εἶναι πονηρά. Πηγαίνετε σεῖς εἰς τὴν ἑορτήν· ἐγὼ δὲν θὰ πάω ἀκόμη εἰς τὴν ἑορτὴν αὐτήν, διότι ὁ κατάλληλος καιρὸς γιὰ μένα ἀκόμη δὲν ἔχει ἔλθει». Ἀφοῦ τοὺς εἶπε αὐτά ἔμεινε εἰς τὴν Γαλιλαίαν. Ἀλλ’ ὅταν ἐπῆγαν οἱ ἀδελφοί του εἰς τὴν ἑορτήν, τότε ἐπῆγε καὶ αὐτός, ὄχι φανερὰ ἀλλὰ σχεδὸν κρυφά. Οἱ Ἰουδαῖοι τὸν ἀναζητοῦσαν κατὰ τὴν ἑορτὴν καὶ ἔλεγαν, «Ποῦ εἶναι ἐκεῖνος;», καὶ ἐγίνετο μεγάλη φιλονεικία γι’ αὐτὸν μεταξὺ τοῦ λαοῦ· Οἱ μὲν ἔλεγαν, «Εἶναι καλὸς ἄνθρωπος», ἄλλοι ἔλεγαν, «Ὄχι, πλανᾶ τὸν λαόν». Κανεὶς ὅμως δὲν μιλοῦσε γι’ αὐτὸν δημοσίᾳ ἐπειδὴ ἐφοβοῦντο τοὺς Ἰουδαίους.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου