Σελίδες

Κυριακή 24 Νοεμβρίου 2024

Το Αποστολικό και Ευαγγελικό ανάγνωσμα της Κυριακής



† Κυριακῇ 24 Νοεμβρίου 2024 (ΙΓ' Λουκᾶ)
Τὸ Εὐαγγέλιον
Ἐκ τοῦ κατά Λουκᾶν 
Κεφ. ιη' : 18-27
Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπος τις προσῆλθε τῷ ᾿Ιησοῦ, πειράζων αὐτὸν, καὶ λέγων· Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Εἶπε δὲ αὐτῷ ὁ ᾿Ιησοῦς· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς, ὁ Θεός. Τὰς ἐντολὰς οἶδας· Μὴ μοιχεύσῃς· μὴ φονεύσῃς· μὴ κλέψῃς· μὴ ψευδομαρτυρήσῃς· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. Ὁ δὲ εἶπε· Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. Ἀκούσας δὲ ταῦτα ὁ ᾿Ιησοῦς εἶπεν αὐτῷ· Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. Ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα. Ἰδὼν δὲ αὐτὸν ὁ ᾿Ιησοῦς περίλυπον γενόμενον εἶπε· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ! Εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. Εἶπον δὲ οἱ ἀκούσαντες· Καὶ τίς δύναται σωθῆναι; Ὁ δὲ εἶπε· Τὰ ἀδύνατα παρὰ ἀνθρώποις, δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν.

Ὁ Ἀπόστολος
Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 
Κεφ. στ΄: 11-18
Ἀδελφοί, ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται· οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ, δι᾽ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ᾽ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν ᾽Ισραὴλ τοῦ Θεοῦ. Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου ᾽Ιησοῦ ἐν τῷ σώματί μου βαστάζω. ῾Η χάρις τοῦ Κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου