Σελίδες

Τρίτη 12 Μαρτίου 2024

Αγιογραφικό ανάγνωσμα



 ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΒ´ 39 - 42
39 Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταί αὐτοῦ. 40 γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς· Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. 41 καὶ αὐτὸς ἀπεσπάσθη ἀπ’ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο 42 λέγων· Πάτερ, εἰ βούλει παρενεγκεῖν τοῦτο τὸ ποτήριον ἀπ’ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν γινέσθω.
ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΒ´ 45 - 71
45 καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς, ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν αὐτοὺς κοιμωμένους ἀπὸ τῆς λύπης, 46 καὶ εἶπεν αὐτοῖς· Τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. 47 Ἔτι δὲ αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας, εἷς τῶν δώδεκα, προῆγεν αὐτούς, καὶ ἤγγισε τῷ Ἰησοῦ φιλῆσαι αὐτόν· τοῦτο γὰρ σημεῖον δεδώκει αὐτοῖς· ὃν ἂν φιλήσω, αὐτός ἐστιν. 48 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως; 49 ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπον αὐτῷ· Κύριε, εἰ πατάξομεν ἐν μαχαίρᾳ; 50 καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ οὖς τὸ δεξιόν. 51 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ἐᾶτε ἕως τούτου· καὶ ἁψάμενος τοῦ ὠτίου ἰάσατο αὐτόν· 52 εἶπε δὲ ὁ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ’ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους· Ὡς ἐπὶ λῃστὴν ἐξεληλύθατε μετὰ μαχαιρῶν καὶ ξύλων; 53 καθ’ ἡμέραν ὄντος μου μεθ’ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ’ ἐμέ. ἀλλ’ αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους. 54 Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον αὐτὸν εἰς τὸν οἶκον τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν. 55 ἁψάντων δὲ πυρὰν ἐν μέσῳ τῆς αὐλῆς καὶ συγκαθισάντων αὐτῶν ἐκάθητο ὁ Πέτρος ἐν μέσῳ αὐτῶν. 56 ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπε· Καὶ οὗτος σὺν αὐτῷ ἦν· 57 ὁ δὲ ἠρνήσατο λέγων· Γύναι, οὐκ οἶδα αὐτόν. 58 καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη· Καὶ σὺ ἐξ αὐτῶν εἶ· ὁ δὲ Πέτρος εἶπεν· Ἄνθρωπε, οὐκ εἰμί. 59 καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διισχυρίζετο λέγων· Ἐπ’ ἀληθείας καὶ οὗτος μετ’ αὐτοῦ ἦν· καὶ γὰρ Γαλιλαῖός ἐστιν. 60 εἶπε δὲ ὁ Πέτρος· Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα, ἔτι λαλοῦντος αὐτοῦ, ἐφώνησε ἀλέκτωρ. 61 καὶ στραφεὶς ὁ Κύριος ἐνέβλεψε τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ λόγου τοῦ Κυρίου, ὡς εἶπεν αὐτῷ ὅτι πρὶν ἀλέκτορα φωνῆσαι ἀπαρνήσῃ με τρίς· 62 καὶ ἐξελθὼν ἔξω ὁ Πέτρος ἔκλαυσε πικρῶς. 63 Καὶ οἱ ἄνδρες οἱ συνέχοντες τὸν Ἰησοῦν ἐνέπαιζον αὐτῷ δέροντες, 64 καὶ περικαλύψαντες αὐτὸν ἔτυπτον αὐτοῦ τὸ πρόσωπον καὶ ἐπηρώτων αὐτὸν λέγοντες· Προφήτευσον τίς ἐστιν ὁ παίσας σε; 65 καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν. 66 Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς καὶ γραμματεῖς, καὶ ἀνήγαγον αὐτὸν εἰς τὸ συνέδριον ἑαυτῶν, λέγοντες· Εἰ σὺ εἶ ὁ Χριστός, εἰπέ ἡμῖν. 67 εἶπε δὲ αὐτοῖς· Ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε, 68 ἐὰν δὲ καὶ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτέ μοι ἢ ἀπολύσητε· 69 ἀπὸ τοῦ νῦν ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ. 70 εἶπον δὲ πάντες· Σὺ οὖν εἶ ὁ υἱὸς τοῦ Θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἔφη· Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι. 71 οἱ δὲ εἶπον· Τί ἔτι χρείαν ἔχομεν μαρτυρίας; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.
ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΓ´ 1 - 1
1 Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον.

Νεοελληνική απόδοση:
Καὶ ἀφοῦ ἐβγῆκεν, ἐπῆγε κατὰ τὴν συνήθειάν του εἰς τὸ ὅρος τῶν Ἐλαιῶν. Τὸν ἠκολούθησαν δὲ καὶ οἱ μαθηταί του. 40 Ὅταν δὲ ἦλθεν εἰς τὸν τόπον, ποὺ ἐσυνήθιζε νὰ ἔρχεται, τοὺς εἶπε· Προσεύχεσθε καὶ παρακαλέσατε τὸν Θεὸν νὰ σᾶς προφυλάξῃ, ὥστε νὰ μὴ πέσετε εἰς πειρασμόν. 41 Καὶ αὐτὸς ἀπεμακρύνθη ἀπὸ αὐτοὺς εἰς ἀπόστασιν πετροβολιᾶς, καὶ ἀφοῦ ἐγονάτισε προσηύχετο. 42 Καὶ ἔλεγε· Πάτερ, ἐὰν εἶναι θέλημά σου νὰ ἀπομακρύνῃς τὸ ποτήριον αὐτὸ τοῦ θανάτου ἀπὸ ἐμέ, ἀπομάκρυνέ το· ἀλλ’ ὅμως ὄχι νὰ γίνῃ ἐκεῖνο, τὸ ὁποῖον λόγῳ τῆς φυσικῆς ἀποστροφῆς πρὸς τὸν θάνατον ἡ ἀνθρωπίνη φύσις μου θέλει, ἀλλ’ ἐκεῖνο τὸ ὁποῖον θέλεις σύ.
ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΒ´ 45 - 71
45 Καὶ ἀφοῦ ἐσηκώθη ἀπὸ τὴν προσευχήν, ἦλθε πρὸς τοὺς μαθητὰς καὶ τοὺς εὗρε νὰ κοιμῶνται ἀπὸ τὴν κόπωσιν καὶ χαλάρωσιν, ποὺ ἐπροκάλεσεν εἰς τὰ νεῦρα των ἡ πολλή των λύπη. 46 Καὶ εἶπε πρὸς αὐτούς· Διατί κοιμᾶσθε; Σηκωθῆτε καὶ προσεύχεσθε, διὰ νὰ μὴ ἐμβῆτε εἰς πειρασμὸν καὶ κυριευθῆτε ὑπ’ αὐτοῦ. 47 Ἐνῷ δὲ ὁ Ἰησοῦς ὡμίλει ἀκόμη, ἔξαφνα κατέφθασεν ὄχλος, καὶ αὐτός, ποὺ ὠνομάζετο Ἰούδας, ἕνας ἀπὸ τοὺς δώδεκα, ἐπήγαινεν ἐμπρὸς ἀπὸ αὐτοὺς καὶ ἐπλησίασε τὸν Ἰησοῦν διὰ νὰ τὸν φιλήσῃ. Διότι αὐτὸ τὸ σημάδι εἶχε δώσει εἰς αὐτούς. Τοὺς εἶχεν εἴπει δηλαδή: Ἐκεῖνον ποὺ θὰ φιλήσω, αὐτὸς εἶναι ὁ Ἰησοῦς. 48 Ὁ δὲ Ἰησοῦς τοῦ εἶπεν· Ἰούδα, μὲ φίλημα, ποὺ ἕως τώρα ἦτο δεῖγμα τῆς ἀγάπης μας, προδίδεις αὐτόν, ποὺ εἶναι ὁ μοναδικὸς ἐκπρόσωπος τοῦ ἀνθρώπινου γένους καὶ ἀναμενόμενος κατὰ τοὺς προφήτας Μεσσίας; 49 Ὅταν δὲ εἶδον ἐκεῖνοι, ποὺ ἦσαν γύρω ἀπὸ τὸν Ἰησοῦν αὐτό, ποὺ ἔμελλε νὰ συμβῇ, ὅτι δηλαδὴ ἐπρόκειτο νὰ τὸν συλλάβουν καὶ νὰ τὸν πάρουν, εἶπαν πρὸς αὐτόν· Κύριε, ἐὰν τὸ ἐπιτρέπῃς, νὰ τοὺς κτυπήσωμεν μὲ μάχαιραν; 50 Καὶ ἕνας κάποιος ἀπὸ αὐτοὺς ἐκτύπησε μὲ τὴν μάχαιραν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ τοῦ ἔκοψε τὸ δεξιὸν αύτί. 51 Ἀπεκρίθη δὲ ὁ Ἰησοῦς καὶ εἶπεν· Ἀφήσατε· φθάνει ἕως αὐτοῦ. Μὴ ἀνθίστασθε περισσότερον. Καὶ ἀφοῦ ἤγγισε τὸ αὐτὶ τοῦ δούλου, τὸν ἐθεράπευσε. 52 Εἶπε δὲ ὁ Ἰησοῦς πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς στρατηγοὺς τοῦ ἱεροῦ καὶ τοὺς πρεσβυτέρους, ποὺ ἦλθαν μαζὶ μὲ τὸν ὄχλον ἐναντίον του· Ἐβγήκατε μὲ σπαθιὰ καὶ μὲ ρόπαλα, σὰν νὰ ἤρχεσθε ἐναντίον λῃστοῦ; 53 Ὅταν ἐγὼ ἤμην μαζί σας κάθε ἡμέραν εἰς τὸ ἱερόν, δὲν ἀπλώσατε τὰς χεῖρας σας ἐπάνω μου διὰ νὰ μὲ συλλάβετε. Καὶ ἤλθετε τὴν ὥραν αὐτὴν τῆς νυκτός. Ἀλλ’ αὐτὴ ἡ ὥρα παρεχορήθη ἀπὸ τὸν Θεὸν ὡς ὥρα ἰδική σας διὰ νὰ ἐπιτύχετε τὸ κακοῦργον σχέδιόν σας, καὶ συμπίπτει αὐτὴ πρὸς τὴν ὥραν, κατὰ τὴν ὁποίαν ὁ σατανᾶς φανερώνει τὴν ἐξουσίαν καὶ δύναμίν του, διότι εἰς τὸ σκότος γίνονται τὰ ἐγκλήματα καὶ ὑπὸ τὸ σκότος ζητεῖ ὁ ἄνθρωπος νὰ κρύπτεται, διὰ νὰ ἁμαρτάνῃ ἐλευθέρως. 54 Ἀφοῦ δὲ τὸν ἔπιασαν, τὸν ἔφεραν εἰς τὴν πόλιν καὶ τὸν ἔμβασαν εἰς τὸ σπίτι τοῦ ἀρχιερέως. Ὁ δὲ Πέτρος ἠκολούθει ἀπὸ μακράν. 55 Ἀφοῦ δὲ ἤναψαν φωτιὰν εἰς τὸ μέσον τῆς αὐλῆς καὶ ἐκάθησαν ὅλοι μαζὶ διὰ νὰ ζεσταίνωνται, ἐκάθητο καὶ ὁ Πέτρος ἐν μέσῳ αὐτῶν. 56 Ὅταν δὲ μία νεαρὰ ὑπηρέτρια τὸν εἶδε νὰ κάθηται κοντὰ εἰς τὸ φῶς, ποὺ ἔρριπτεν ἡ φωτιά, τὸν παρετήρησε προσεκτικὰ καὶ εἶπε· Καὶ αὐτὸς ἦτο μαζὶ μὲ τοῦτον, ποὺ εἶναι μέσα δεμένος. 57 Ἀλλ’ ὁ Πέτρος τὸν ἠρνήθη καὶ εἶπε· Γυναῖκα, δὲν τὸν ξεύρω. 58 Καὶ ὕστερα ἀπὸ λίγο τὸν εἶδε κάποιος ἄλλος καὶ εἶπε· Καὶ σὺ εἶσαι ἀπὸ αὐτούς. Ἀλλ’ ὁ Πέτρος εἶπεν· Ἄνθρωπε, δὲν εἶμαι ἀπὸ αὐτούς. 59 Καὶ ἀφοῦ ἐπέρασε περίπου μία ὥρα, κάποιος μὲ ἐπιμονὴν ἐβεβαίωνε καὶ ἔλεγεν· Ἀλήθεια καὶ αὐτὸς ἦτο μαζὶ μὲ τοῦτον, ποὺ δικάζεται μέσα, διότι καθὼς φαίνεται ἀπὸ τὴν προφοράν του εἶναι Γαλιλαῖος. 60 Ἀλλ’ ὁ Πέτρος εἶπεν· Ἄνθρωπε, δὲν ξεύρω τί λέγεις. Καὶ ἀμέσως, ἐνῷ ἀκόμη ὡμίλει ὁ Πέτρος καὶ ἔλεγε τὰ λόγια αὐτά, ἐλάλησεν ὁ πετεινός. 61 Καὶ τὴν στιγμὴν ἐκείνην ἔστρεψεν ὁ Κύριος καὶ παρετήρησεν ἐκφραστικὰ τὸν Πέτρον. Καὶ ἐνεθυμήθη ὁ Πέτρος τὸν λόγον τοῦ Κυρίου, ὅπως τοῦ τὸν εἶπεν, ὅτι δηλαδὴ προτοῦ λαλήσῃ ὁ πετεινός, θὰ μὲ ἀρνηθῇς τρεῖς φοράς. 62 Καὶ ἀφοῦ ἐβγῆκεν ὁ Πέτρος ἔξω ἀπὸ τὴν περιοχὴν τοῦ ἀρχιερατικοῦ μεγάρου, ἔκλαυσε πικρά. 63 Καὶ οἱ ἄνδρες ποὺ ἐκράτουν καὶ ἐφύλαττον καλὰ τὸν Ἰησοῦν, τὸν ἐνέπαιζαν καὶ τὸν ἔδερναν. 64 Καὶ ἀφοῦ τοῦ ἐκάλυψαν τριγύρω τὴν κεφαλὴν διὰ νὰ μὴ βλέπῃ, τοῦ ἐκτύπων τὸ πρόσωπον καὶ τὸν ἠρώτων λέγοντες· Προφήτευσε, ποῖος εἶναι ἐκεῖνος, ποὺ σὲ ἐκτύπησε. 65 Καὶ τοῦ ἔλεγαν πολλὰς ἄλλας ὕβρεις, μὲ τὰς ὁποίας ἐβλασφήμουν. 66 Καὶ ὅταν ἐξημέρωσεν, ἐμαζεύθησαν οἱ προεστοὶ τοῦ λαοῦ, δηλαδὴ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, καὶ ἀνέβασαν αὐτὸν ἐνώπιον τοῦ συνεδρίου των λέγοντες· Εἰπέ μας, ἐὰν εἶσαι σὺ ὁ Χριστός. 67 Καὶ ὁ Ἰησοῦς τοὺς εἶπεν· Ἐὰν σᾶς εἴπω τί εἶμαι, δὲν θὰ τὸ πιστεύσετε. 68 Ἐὰν δὲ καὶ προβάλω εἰς σᾶς ἐρωτήσεις καὶ ἐπιχειρήματα πειστικά, δὲν θὰ μοῦ δώσετε ἀπάντησιν εἰς αὐτά, οὔτε θὰ μὲ ἀφήσετε ἐλεύθερον. 69 Τόσον μόνον σᾶς λέγω, ὅτι ἀπὸ τώρα ὁ υἱὸς τοῦ ἀνθρώπου, ὁ Μεσσίας, θὰ κάθεται διαρκῶς εἰς τὰ δεξιὰ τοῦ παντοδυνάμου Θεοῦ. 70 Εἶπον δὲ τότε ὅλοι· Σὺ λοιπὸν εἶσαι ὁ Υἱὸς τοῦ Θεοῦ; Ὁ δὲ Ἰησοῦς εἶπε πρὸς αὐτούς· Τὸ λέγετε καὶ σεῖς, ὅτι ἐγὼ εἶμαι ὁ Υἱὸς τοῦ Θεοῦ. 71 Αὐτοὶ δὲ εἶπον· Τί μᾶς χρειάζεται πλέον ἄλλη μαρτυρία; Εἶναι περιττή. Διότι ὅλοι ἠκούσαμεν ἀπὸ τὸ στόμα του νὰ λέγῃ, ὅτι αὐτὸς εἶναι ὁ Μεσσίας καὶ ὁ Υἱὸς τοῦ Θεοῦ.
ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΓ´ 1 - 1
1 Καὶ ἀφοῦ ἐσηκώθη ὅλον τὸ πλῆθος τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων, ποὺ ἀπετέλουν τὸ συνέδριον, ἔφεραν τὸν Ἰησοῦν εἰς τὸν Πιλᾶτον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου