ΠΑΡΑΣΚΕΥΗ ΚΒ΄ ΕΒΔΟΜΑΔΟΣ
Πρὸς Κολασσαεῖς Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 4:10-18
Ἀδελφοί, ἀσπάζεται ὑμᾶς ᾽Αρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρνάβα περὶ οὗ ἐλάβετε ἐντολάς· ἐὰν ἔλθῃ πρὸς ὑμᾶς δέξασθε αὐτόν· καὶ ᾽Ιησοῦς ὁ λεγόμενος ᾽Ιοῦστος, οἱ ὄντες ἐκ περιτομῆς οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία. Ἀσπάζεται ὑμᾶς ᾽Επαφρᾶς ὁ ἐξ ὑμῶν, δοῦλος Χριστοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα σταθῆτε τέλειοι καὶ πεπληρωμένοι ἐν παντὶ θελήματι τοῦ Θεοῦ. Μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει ζῆλον πολὺν ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν ῾Ιεραπόλει. Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ Δημᾶς. ᾽Ασπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς καὶ Νυμφᾶν καὶ τὴν κατ᾽ οἶκον αὐτοῦ ἐκκλησίαν. Καὶ ὅταν ἀναγνωσθῇ παρ᾽ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. Καὶ εἴπατε ᾽Αρχίππῳ· Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. Μνημονεύετέ μου τῶν δεσμῶν. Ἡ χάρις μεθ᾽ ὑμῶν. Ἀμήν.

ΕΡΜΗΝΕΙΑ (κ. Παναγιώτη Τρεμπέλα)
10 Σᾶς ἀσπάζεται ὁ Ἀρίσταρχος, ὁ ὁποῖος μέ συντροφεύει καί μέ ὑπηρετεῖ κι ἔγινε ἔτσι αἰχμάλωτος μαζί μου στή φυλακή, καθώς κι ὁ Μάρκος ὁ ἀνεψιός τοῦ Βαρνάβα, γιά τόν ὁποῖο πήρατε ὁδηγίες· ἐάν ἔλθει σέ σᾶς, φιλοξενῆστε τον.
11 Σᾶς ἀσπάζεται καί ὁ Ἰησοῦς πού λέγεται καί Ἰοῦστος. Εἶναι καί οἱ τρεῖς Χριστιανοί ἀπό τούς περιτμημένους. Κι αὐτοί εἶναι οἱ μόνοι ἀπ’ τούς Ἰουδαίους Χριστιανούς πού εἶναι ἐδῶ συνεργάτες μου γιά τή διάδοση τῆς βασιλείας τοῦ Θεοῦ, οἱ ὁποῖοι ἔγιναν καί ἡ παρηγοριά μου.
12 Σᾶς ἀσπάζεται ὁ Ἐπαφρᾶς, ὁ ὁποῖος εἶναι συμπατριώτης σας, δοῦλος τοῦ Χριστοῦ, πού ἀγωνίζεται πάντοτε γιά σᾶς μέ τίς προσευχές του, γιά νά σταθεῖτε τέλειοι καί ἀκριβεῖς τηρητές κάθε θελήματος τοῦ Θεοῦ.
13 Σᾶς διαβεβαιώνω καί σᾶς δίνω τή μαρτυρία μου γι’ αὐτόν, ὅτι ἔχει πολύ ζῆλο καί θερμό ἐνδιαφέρον γιά σᾶς καί τούς πιστούς τῆς Λαοδίκειας καί τῆς Ἱεραπόλεως.
14 Σᾶς ἀσπάζεται ὁ ἀγαπητός μου ἰατρός Λουκᾶς, καί ὁ Δημᾶς.
15 Ἀσπασθεῖτε ἐκ μέρους μου τούς ἀδελφούς στή Λαοδίκεια καί τόν Νυμφᾶ καί τήν ἐκκλησία τῶν πιστῶν πού συναθροίζονται στό σπίτι του.
16 Καί ὅταν διαβάσετε τήν ἐπιστολή μου αὐτή, φροντίστε νά διαβασθεῖ καί στήν Ἐκκλησία τῶν Λαοδικέων. Καί τήν ἐπιστολή πού θά σᾶς στείλουν ἀπ’ τή Λαοδίκεια νά τή διαβάσετε κι ἐσεῖς.
17 Καί πεῖτε στόν Ἄρχιππο: Πρόσεχε! Τή διακονία πού παρέλαβες μέ τό θέλημα τοῦ Κυρίου νά τήν ἐκπληρώνεις τέλεια.
18 Σᾶς στέλνω ἐγώ ὁ Παῦλος ἀσπασμό γραμμένο μέ τό ἴδιο μου τό χέρι. Νά θυμάστε τά δεσμά μου. Ἡ χάρις τοῦ Κυρίου μας νά εἶναι μαζί σας. Ἀμήν.
(Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ - ΜΕ ΣΥΝΤΟΜΗ ΕΡΜΗΝΕΙΑ - ΕΚΔΟΣΙΣ «ΑΔΕΛΦΟΤΗΣ ΘΕΟΛΟΓΩΝ “Ο ΣΩΤΗΡ”»)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου