ΔΕΥΤΕΡΑ Γ΄ ΕΒΔΟΜΑΔΟΣ
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα 6:8-15;7:1-5, 47-60
Ἐν ταῖς ἡμέραις ἐκείναις, Στέφανος πλήρης πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. Ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας συζητοῦντες τῷ Στεφάνῳ, καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ Πνεύματι ᾧ ἐλάλει. Τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι· Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν Θεόν· συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ συνέδριον, ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας· Ὁ ἄνθρωπος οὗτος οὐ παύεται ῥήματα βλασφημα λαλῶν κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου καὶ τοῦ νόμου· ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. Καὶ ἀτενίσαντες εἰς αὐτὸν ἅπαντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου. Εἶπε δὲ ὁ ἀρχιερεύς· εἰ ἄρα ταῦτα οὕτως ἔχει; Ὁ δὲ ἔφη· Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν ᾿Αβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν, καὶ εἶπε πρὸς αὐτόν· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω. Τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. Κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε· καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός. Σολομὼν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον. Ἀλλ᾿ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, καθὼς ὁ Προφήτης λέγει· ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου; Οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦτα πάντα; Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ῾Αγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς. Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς γεγένησθε· οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε. ᾿Ακούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον ἐπ᾿ αὐτόν τοὺς ὀδόντας. Ὑπάρχων δὲ πλήρης Πνεύματος ῾Αγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδε δόξαν Θεοῦ καὶ ᾿Ιησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, καὶ εἶπεν· ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν τοῦ Θεοῦ ἑστῶτα. Κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ᾿ αὐτόν, καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. Καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου, καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα· Κύριε ᾿Ιησοῦ, δέξαι τὸ πνεῦμά μου. Θεὶς δὲ τὰ γόνατα ἔκραξε φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.

ΕΡΜΗΝΕΙΑ (κ. Παναγιώτη Τρεμπέλα)
8 Ὁ Στέφανος μάλιστα, πού ἦταν γεμάτος μέ πίστη καί δυνατό χάρισμα εὐγλωττίας, ἔκανε μεγάλα θαύματα ἀνάμεσα στό λαό· θαύματα πού προκαλοῦσαν κατάπληξη καί ἀποδείκνυαν τήν ἀλήθεια τοῦ χριστιανικοῦ κηρύγματος.
9 Μερικοί ὅμως ἀπό τή συναγωγή πού λεγόταν συναγωγή τῶν Λιβερτίνων καί τῶν Κυρηναίων καί τῶν Ἀλεξανδρέων, καθώς καί τῶν Ἰουδαίων πού κατάγονταν ἀπό τήν Κιλικία καί τήν Ἀσία, σηκώθηκαν μέ φανατισμό κι ἄρχισαν νά συζητοῦν μέ τόν Στέφανο.
10 Δέν μποροῦσαν ὅμως νά ἀντισταθοῦν στή σοφία καί στό πνευματικό χάρισμα μέ τό φωτισμό τοῦ ὁποίου μιλοῦσε ὁ Στέφανος.
11 Τότε ὑποκίνησαν καί δωροδόκησαν ἀνθρώπους, γιά νά ποῦν, σύμφωνα μέ τίς ἰδιαίτερες ὁδηγίες πού πῆραν, ὅτι τόν ἔχουμε ἀκούσει μέ τ’ αὐτιά μας νά λέει λόγια βλάσφημα ἐναντίον τοῦ Μωυσῆ καί τοῦ Θεοῦ.
12 Ἔτσι ἐρέθισαν πολύ καί ξεσήκωσαν τό λαό καί τούς πρεσβυτέρους τῶν Ἰουδαίων καί τούς γραμματεῖς. Καί μετά ἀπ’ αὐτό ἦλθαν ξαφνικά κι ἅρπαξαν ὅλοι μαζί τόν Στέφανο καί μέ τή βία τόν ἔφεραν στό συνέδριο.
13 Καί παρουσίασαν ἐκεῖ ψευδομάρτυρες πού ἔλεγαν: Αὐτός ὁ ἄνθρωπος δέν σταματᾶ νά λέει λόγια βλάσφημα ἐναντίον τοῦ ἁγίου τόπου τοῦ ναοῦ καί ἐναντίον τοῦ νόμου.
14 Δέν μᾶς μένει ἡ παραμικρή ἀμφιβολία ὅτι λέει λόγια βλάσφημα γιά τό ναό καί τό νόμο. Διότι τόν ἔχουμε ἀκούσει οἱ ἴδιοι νά λέει ὅτι ὁ Ἰησοῦς ὁ Ναζωραῖος, αὐτός πού δέν μπόρεσε νά σώσει τόν ἑαυτό του, θά καταστρέψει τόν ἱερό αὐτόν τόπο καί θά ἀλλάξει τά ἱερά ἔθιμα καί τούς θεσμούς πού μᾶς παρέδωσε μέ τό νόμο ὁ Μωυσῆς.
15 Κάποια στιγμή ὅμως, καθώς ὅλοι οἱ δικαστές πού κάθονταν στό συνέδριο κοίταξαν τόν Στέφανο, εἶδαν τό πρόσωπό του νά ἀστράφτει σάν νά ἦταν πρόσωπο ἀγγέλου.
ΚΕΦΑΛΑΙΟΝ Ζ΄
Τότε ὁ ἀρχιερέας ρώτησε τόν Στέφανο: Ἔτσι ἔχουν τά πράγματα, ὅπως τά καταγγέλλουν οἱ μάρτυρες;
2 Κι ὁ Στέφανος ἀποκρίθηκε: Ἀδελφοί καί πατέρες, ἀκοῦστε. Ὁ Θεός ὁ ἔνδοξος, ὁ ὁποῖος συγχρόνως εἶναι καί ἡ πηγή τῆς πραγματικῆς καί αἰώνιας δόξας, ἐμφανίσθηκε στόν πατέρα μας Ἀβραάμ, ὅταν ἦταν ἀκόμη στή Μεσοποταμία, πρίν ἔλθει νά κατοικήσει στή Χαρράν,
3 καί τοῦ εἶπε: Φύγε ἀπό τήν πατρίδα σου καί ἀπό τούς συγγενεῖς σου καί πήγαινε στή χώρα πού θά σοῦ δείξω.
4 Τότε ὁ Ἀβραάμ, ὑπακούοντας στήν ἐντολή αὐτή, ἔφυγε ἀπό τή χώρα τῶν Χαλδαίων καί πῆγε νά κατοικήσει στή Χαρράν. Κι ἀπό ἐκεῖ, ὅταν πέθανε ὁ πατέρας του, τόν ὁδήγησε ὁ Θεός στή γῆ αὐτή Χαναάν, στήν ὁποία ἐσεῖς τώρα κατοικεῖτε.
5 Κι ὅσο ζοῦσε ὁ Ἀβραάμ, ὁ Θεός δέν τοῦ ἔδωσε οὔτε ἕνα βῆμα γῆς γιά κληρονομιά στή χώρα αὐτή. Κι ὅμως τοῦ εἶχε ὑποσχεθεῖ νά δώσει τή χώρα αὐτή στόν ἴδιο καί στούς ἀπογόνους του πού θά ζοῦσαν μετά ἀπ’ αὐτόν, γιά νά τήν ἔχουν δική τους, ἄν καί ὁ Ἀβραάμ δέν εἶχε ἀκόμη παιδί τότε πού τοῦ ἔδινε ὁ Θεός τήν ὑπόσχεση αὐτή.
47 Ἀλλά τόν οἶκο αὐτό τοῦ Θεοῦ δέν τόν ἔκτισε ὁ Δαβίδ, ἀλλά ὁ Σολομών.
48 Ὁ ὕψιστος Θεός ὅμως δέν κατοικεῖ σέ ναούς πού κατασκευάζονται ἀπό τά χέρια τῶν ἀνθρώπων καί μέ τήν τέχνη τους· ὅπως λέει ὁ προφήτης Ἡσαΐας:
49 Θρόνος γιά μένα εἶναι ὁ οὐρανός, καί ὁλόκληρη ἡ γῆ εἶναι τό βάθρο πού ἀκουμποῦν τά πόδια μου. Ποιό σπίτι μπορεῖτε νά κτίσετε γιά μένα, πού δέν μέ χωράει ὁλόκληρος ὁ κόσμος; λέει ὁ Κύριος. Ἤ ποιός θά εἶναι ὁ τόπος τῆς διαρκοῦς καί μόνιμης ἀναπαύσεώς μου, στόν ὁποῖο θά κατοικῶ χωρίς νά μετακινοῦμαι;
50 Ὅλα αὐτά πού μπορεῖτε ἐσεῖς οἱ ἄνθρωποι νά μοῦ προσφέρετε, δικά μου δέν εἶναι, καί τό παντοδύναμο χέρι μου δέν τά ἔκανε;
51 (Κι ἐπειδή στό μεταξύ τά μέλη τοῦ ἰουδαϊκοῦ συνεδρίου ἐκδήλωσαν μέ τήν ἔκφραση τοῦ προσώπου τους καί τούς μορφασμούς τους λυσσασμένη ἀγανάκτηση καί σκληρότητα, ὁ Στέφανος ἄρχισε νά τούς ἐλέγχει λέγοντας:) Εἶστε σκληροτράχηλοι καί ἄκαμπτοι, καί δέν ὑποτάσσεσθε στό Θεό. Δέν ἔχετε περικόψει τή σκληρότητα καί τήν ἀναισθησία τῆς καρδιᾶς σας καί δέν θελήσατε νά ἀπαλλαγεῖτε ἀπό τήν πνευματική σας κουφαμάρα, γιά νά ἀκοῦτε μέ καλή καί πειθαρχική διάθεση τήν ἀλήθεια. Γι’ αὐτό πάντοτε ἐναντιώνεσθε στό Πνεῦμα τό Ἅγιον. Ὅπως δέν πειθαρχοῦσαν καί ἐναντιώνονταν οἱ πατέρες σας, ἔτσι σήμερα ἐναντιώνεσθε καί σεῖς.
52 Ποιόν ἀπό τούς προφῆτες δέν καταδίωξαν οἱ πρόγονοί σας; Καί σκότωσαν ἐκείνους πού προανήγγειλαν τόν ἐρχομό τοῦ Μεσσία, ὁ ὁποῖος ὑπῆρξε ὁ ἀπολύτως ἀναμάρτητος καί κατ’ ἐξοχήν δίκαιος. Ἀλλά καί σεῖς τώρα ἔχετε γίνει προδότες καί φονιάδες του.
53 Ἐσεῖς πήρατε τό νόμο τόν ὁποῖο διέταξε ὁ Θεός διαμέσου ἀγγέλων, καί δέν τόν τηρήσατε, ἀλλά τόν παραβήκατε.
54 Κι ἐνῶ τά ἄκουγαν αὐτά, ξεσχίζονταν οἱ καρδιές τους ἀπό ἀγανάκτηση καί ἔτριζαν τά δόντια τους ἐναντίον τοῦ Στεφάνου.
55 Οἱ ἀπειλές ὅμως αὐτές δέν διήγειραν ἐχθρικά συναισθήματα καί στήν καρδιά τοῦ πρωτομάρτυρα. Ἀντιθέτως αὐτός ἦταν πάντοτε εἰρηνικός καί γεμάτος μέ τό Ἅγιον Πνεῦμα. Ἐνῶ λοιπόν βρισκόταν σέ τέτοια ψυχική κατάσταση, ἔστρεψε ἀκίνητο καί προσηλωμένο τό βλέμμα του στόν οὐρανό καί εἶδε τήν ἔνδοξη λαμπρότητα τοῦ Θεοῦ καί τόν Ἰησοῦ νά στέκεται στά δεξιά τοῦ Θεοῦ ἕτοιμος νά τόν βοηθήσει.
56 Καί εἶπε: Νά, βλέπω καθαρά τούς οὐρανούς νά εἶναι ἀνοιγμένοι, καί τόν υἱό τοῦ ἀνθρώπου τόν βλέπω νά στέκεται στά δεξιά τοῦ Θεοῦ.
57 Οἱ Ἰουδαῖοι ὅμως τότε ἔβγαλαν δυνατές κραυγές, ἔκλεισαν τά αὐτιά τους γιά νά μήν ἀκοῦν τά λόγια τοῦ Στεφάνου, πού τά θεωροῦσαν βλάσφημα, καί μέ μανιασμένη διάθεση ὅλοι μαζί ὅρμησαν καταπάνω του.
58 Κι ἀφοῦ τόν ἔβγαλαν ἔξω ἀπό τήν πόλη, ἄρχισαν νά τόν λιθοβολοῦν. Καί οἱ μάρτυρες, πού σύμφωνα μέ τό νόμο ἔπρεπε πρῶτοι νά ρίξουν πέτρες ἐναντίον του, ἄφησαν τά ροῦχα τους κοντά στά πόδια κάποιου νέου πού λεγόταν Σαῦλος, γιά νά τά φυλάει.
59 Κι ἐνῶ ἐκεῖνοι λιθοβολοῦσαν τόν Στέφανο, αὐτός ἐπικαλοῦνταν τόν Κύριο κι ἔλεγε: Κύριε Ἰησοῦ, δέξου τό πνεῦμα μου.
60 Ὕστερα γονάτισε, κραύγασε μέ μιά δυνατή φωνή, πού ἀκούστηκε κι ἀπ’ τούς φονιάδες του, καί εἶπε: Κύριε, μήν τούς λογαριάσεις τήν ἁμαρτία αὐτή. Καί μ’ αὐτά τά λόγια ἔκλεισε τά μάτια του, γιά νά παραδοθεῖ στόν εἰρηνικό ὕπνο τοῦ θανάτου. Ὁ Σαῦλος στό μεταξύ ἐπικροτοῦσε καί ἐπιδοκίμαζε μαζί μέ τούς φονιάδες τή θανατική ἐκτέλεση τοῦ Στεφάνου.
(Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ - ΜΕ ΣΥΝΤΟΜΗ ΕΡΜΗΝΕΙΑ - ΕΚΔΟΣΙΣ «ΑΔΕΛΦΟΤΗΣ ΘΕΟΛΟΓΩΝ “Ο ΣΩΤΗΡ”»)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου