Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΠΕΜΠΤῌ
Εἰς τὸν Ὄρθρον
Ἐκ τοῦ κατὰ Λουκᾶν
κβ΄ 1 - 39
Τῷ καιρῷ ἐκείνῳ, ἤγγιζε ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη πάσχα. 2 καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν· ἐφοβοῦντο γὰρ τὸν λαόν. 3 Εἰσῆλθε δὲ ὁ σατανᾶς εἰς Ἰούδαν τὸν ἐπικαλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα, 4 καὶ ἀπελθὼν συνελάλησε τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι καὶ στρατηγοῖς τὸ πῶς αὐτόν παραδῷ αὐτοῖς. 5 καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ ἀργύρια δοῦναι· 6 καὶ ἐξωμολόγησε, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν αὐτοῖς ἄτερ ὄχλου. 7 Ἦλθε δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ἐν ᾗ ἔδει θύεσθαι τὸ πάσχα, 8 καὶ ἀπέστειλε Πέτρον καὶ Ἰωάννην εἰπών· Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν. 9 οἱ δὲ εἶπον αὐτῷ· Ποῦ θέλεις ἑτοιμάσωμεν; 10 ὁ δὲ εἶπεν αὐτοῖς· Ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν οὗ εἰσπορεύεται, 11 καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας· λέγει σοι ὁ διδάσκαλος, ποῦ ἐστι τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 12 κἀκεῖνος ὑμῖν δείξει ἀνώγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε. 13 ἀπελθόντες δὲ εὗρον καθὼς εἴρηκεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα. 14 Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσε, καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ. 15 καὶ εἶπε πρὸς αὐτούς· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν· 16 λέγω γὰρ ὑμῖν ὅτι οὐκέτι οὐ μὴ φάγω ἐξ αὐτοῦ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. 17 καὶ δεξάμενος τὸ ποτήριον εὐχαριστήσας εἶπε· Λάβετε τοῦτο καὶ διαμερίσατε ἑαυτοῖς· 18 λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως ὅτου ἡ βασιλεία τοῦ Θεοῦ ἔλθῃ. 19 καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς λέγων· Τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. 20 ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον. 21 πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ' ἐμοῦ ἐπὶ τῆς τραπέζης. 22 καὶ ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου πορεύεται κατὰ τὸ ὡρισμένον· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι' οὗ παραδίδοται. 23 καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν. 24 Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων. 25 ὁ δὲ εἶπεν αὐτοῖς· Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται· 26 ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλ' ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν. 27 τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δὲ εἰμι ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν. 28 ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ' ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· 29 κἀγὼ διατίθεμαι ὑμῖν καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν, 30 ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου, καὶ καθήσεσθε ἐπὶ θρόνων κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. 31 Εἶπε δὲ ὁ Κύριος· Σίμων Σίμων, ἰδοὺ ὁ σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον· 32 ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου. 33 ὁ δὲ εἶπεν αὐτῷ· Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. 34 ὁ δὲ εἶπε· Λέγω σοι, Πέτρε, οὐ φωνήσει σήμερον ἀλέκτωρ πρὶν ἢ τρὶς ἀπαρνήσῃ μὴ εἰδέναι με. 35 Καὶ εἶπεν αὐτοῖς· Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήθητε; οἱ δὲ εἶπον· Οὐθενός. 36 εἶπεν οὖν αὐτοῖς· Ἀλλὰ νῦν ὁ ἔχων βαλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων πωλήσει τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγοράσει μάχαιραν. 37 λέγω γὰρ ὑμῖν ὅτι ἔτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τὸ καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ τὰ περὶ ἐμοῦ τέλος ἔχει. 38 οἱ δὲ εἶπον· Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς· Ἱκανόν ἐστι. 39 Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταί αὐτοῦ.

ΕΡΜΗΝΕΙΑ (κ. Παναγιώτη Τρεμπέλα)
Πλησίαζε τότε ἡ ἑορτή τῶν Ἀζύμων, πού ὀνομαζόταν Πάσχα. Στή γιορτή αὐτή οἱ Ἰουδαῖοι ἑπτά ἡμέρες ἔτρωγαν ἄζυμο ψωμί.
2 Στό μεταξύ οἱ ἀρχιερεῖς καί οἱ γραμματεῖς ζητοῦσαν νά βροῦν τρόπο νά σκοτώσουν τόν Ἰησοῦ κρυφά, σίγουρα καί ἀκίνδυνα. Κι ἔπαιρναν τά μέτρα αὐτά, διότι φοβοῦνταν τό λαό, ὁ ὁποῖος συμπαθοῦσε τόν Ἰησοῦ.
3 Τότε μπῆκε ὁ σατανάς στόν Ἰούδα, πού ὀνομαζόταν καί Ἰσκαριώτης καί ἦταν ἀπό τό στενό κύκλο τῶν μαθητῶν, ἕνας δηλαδή ἀπό τούς δώδεκα ἀποστόλους.
4 Αὐτός πῆγε τότε καί συνομίλησε μέ τούς ἀρχιερεῖς καί μέ τούς γραμματεῖς καί μέ τόν Λευΐτη ἀρχιφύλακα καί τούς ἀξιωματικούς τῆς λευϊτικῆς φρουρᾶς τοῦ ἱεροῦ πού βρίσκονταν κάτω ἀπό τήν ἐξουσία του. Συζήτησε μαζί τους γιά τόν ἀσφαλέστερο τρόπο μέ τόν ὁποῖο θά τούς παρέδιδε τόν Ἰησοῦ.
5 Κι ἐκεῖνοι χάρηκαν γιά τήν ἀνέλπιστη αὐτή λύση, καί συμφώνησαν νά τοῦ δώσουν χρήματα.
6 Ἐκεῖνος δέχθηκε καί ὁλοκάρδια τούς διαβεβαίωσε καί τούς ὑποσχέθηκε νά τούς βοηθήσει. Καί ζητοῦσε πλέον τήν κατάλληλη περίσταση νά τούς τόν παραδώσει χωρίς νά προκληθεῖ συρροή ὄχλου καί θόρυβος.
7 Ἔφθασε λοιπόν ἡ ἡμέρα τῶν ἀζύμων, κατά τήν ὁποία ἔπρεπε σύμφωνα μέ τό νόμο νά θυσιάζεται ὁ πασχάλιος ἀμνός. (Ἡ ἡμέρα αὐτή ἄρχιζε ἀπό τή δύση τῆς 13ης τοῦ μηνός Νισάν καί ἔληγε στή δύση τῆς14ης. Λίγο μάλιστα πρίν ἀπό τή δύση τῆς 14ης σφαζόταν ὁ ἀμνός, ὥστε μετά τή δύση, ὅταν ἄρχιζε ἡ 15η Νισάν καί τελοῦνταν τό Πάσχα, νά εἶναι ὁ ἀμνός ἑτοιμασμένος καί ψημένος).
8 Κι ὅταν πλησίαζε ἡ δύση τῆς 13ης τοῦ Νισάν, ἔστειλε ὁ Κύριος τόν Πέτρο καί τόν Ἰωάννη καί τούς εἶπε: Πηγαίνετε καί ἑτοιμάστε μας τό πασχάλιο δεῖπνο γιά νά φᾶμε.
9 Κι αὐτοί τοῦ εἶπαν: Σέ ποιό μέρος θέλεις νά τό ἑτοιμάσουμε;
10 Ὁ Κύριος τούς ἀπάντησε: Κοιτάξτε, μόλις μπεῖτε στήν πόλη, θά σᾶς συναντήσει κάποιος ἄνθρωπος πού θά κουβαλάει μιά στάμνα μέ νερό. Ἀκολουθῆστε τον στό σπίτι πού θά μπεῖ,
11 καί πεῖτε στόν οἰκοδεσπότη τοῦ σπιτιοῦ ἐκείνου: Ὁ Διδάσκαλος ρωτάει: Ποῦ εἶναι ἡ αἴθουσα τοῦ φαγητοῦ, ὅπου θά φάω μέ τούς μαθητές μου τό νέο Πάσχα τῆς Καινῆς Διαθήκης;
12 Ἐκεῖνος τότε θά σᾶς δείξει ἕνα μεγάλο ἀνώγειο, δηλαδή τό ἐπάνω διαμέρισμα τοῦ σπιτιοῦ, μέ καναπέδες στρωμένους γύρω ἀπό τά τραπέζια τοῦ φαγητοῦ. Ἐκεῖ ἑτοιμάστε τό Πάσχα.
13 Καί οἱ δύο μαθητές πῆγαν καί τά βρῆκαν ὅλα ὅπως τούς τά εἶχε πεῖ ὁ Διδάσκαλος. Καί ἑτοίμασαν τό δεῖπνο, στό ὁποῖο ὁ Κύριος παρέδωσε τό Πάσχα τῆς θείας Εὐχαριστίας.
14 Καί ὅταν ἦλθε ἡ ὥρα τοῦ φαγητοῦ, κάθισε κοντά στό τραπέζι· καί μαζί του πῆραν τίς θέσεις τους καί οἱ δώδεκα ἀπόστολοι.
15 Καί τούς εἶπε: Αὐτό τό τελευταῖο πασχάλιο δεῖπνο τῆς ἐπίγειας ζωῆς μου ἐπιθύμησα πάρα πολύ νά τό φάω μαζί σας, προτοῦ νά σταυρωθῶ. Τό δεῖπνο αὐτό εἶναι συνδεδεμένο μέ τό μυστήριο τῆς θείας Εὐχαριστίας καί γι’ αὐτό εἶναι Πάσχα τῆς Καινῆς Διαθήκης.
16 Καί ἐπιθύμησα πολύ νά φάω τό Πάσχα αὐτό τῆς Καινῆς Διαθήκης μαζί σας, διότι σᾶς βεβαιώνω ὅτι αὐτό εἶναι, ὅπως σᾶς εἶπα, τό τελευταῖο μου Πάσχα. Καί δέν θά φάω πλέον τό Πάσχα, μέχρις ὅτου γίνει αὐτό πλῆρες καί τέλειο στήν οὐράνια βασιλεία τοῦ Θεοῦ. Τότε καί ἡ μεταξύ μας κοινωνία καί ἕνωση, πού τώρα γίνεται μυστηριακῶς, θά εἶναι τέλεια.
17 Ἔπειτα πῆρε ἀπό τούς μαθητές ἕνα ποτήριο (ὄχι τό ποτήριο τῆς θείας Εὐχαριστίας, πού καθαγίασε καί ἔδωσε στούς μαθητές μετά τό τέλος τοῦ δείπνου, ἀλλά τό ποτήριο μέ τό ὁποῖο συνηθιζόταν νά γίνεται ἡ ἔναρξη κάθε ἱεροῦ δείπνου). Κι ἀφοῦ εὐχαρίστησε τόν Θεό, εἶπε: Πάρτε το καί μοιράστε το μεταξύ σας, γιά νά πιοῦμε ὅλοι ἀπ’ αὐτό.
18 Διότι σᾶς λέω ὅτι ἀπό τή στιγμή αὐτή πού τό ἤπια γιά τελευταία φορά, δέν θά ξαναπιῶ πιά ἀπό τό προϊόν καί γένημα τῆς ἀμπέλου, ὥσπου νά ἔλθει ἡ βασιλεία τοῦ Θεοῦ. Ἐκεῖ τότε θά πίνουμε μαζί τό ποτήριο τῆς θείας εὐφροσύνης καί χαρᾶς.
19 Ὕστερα πῆρε στά χέρια του ἄρτο, κι ἀφοῦ εὐχαρίστησε τόν Θεό, τόν ἔκοψε σέ κομμάτια καί τούς ἔδωσε λέγοντας: Αὐτό πού σᾶς δίνω νά φᾶτε εἶναι τό σῶμα μου, πού σέ λίγο παραδίδεται νά σταυρωθεῖ γιά τή δική σας σωτηρία. Νά τό κάνετε αὐτό συνεχῶς, δηλαδή νά παίρνετε κι ἐσεῖς ἄρτο, νά εὐχαριστεῖτε πάνω ἀπ’ αὐτόν, νά τόν κόβετε σέ κομμάτια καί νά τόν τρῶτε. Καί νά τό κάνετε αὐτό γιά νά φέρνετε μέ εὐγνωμοσύνη καί μέ πίστη στή μνήμη σας καί στή μνήμη τῶν ἄλλων τή σταυρική μου θυσία πού προσφέρεται γιά σᾶς, καθώς καί τήν ἀπολύτρωση καί τή σωτηρία σας πού θά ἔχει ἐπιτευχθεῖ μέ τή θυσία αὐτή.
20 Μέ τόν ἴδιο τρόπο πῆρε καί τό ποτήριο μετά τό τέλος τοῦ δείπνου, εὐχαρίστησε, τό ἔδωσε σ’ αὐτούς καί εἶπε: Αὐτό πού περιέχεται μέσα σ’ αὐτό τό ποτήριο εἶναι ἡ Καινή Διαθήκη, ἡ ὁποία ἐπικυρώνεται καί ἐπισφραγίζεται μέ τό αἷμα μου, τό ὁποῖο πρόκειται σέ λίγο νά χυθεῖ γιά τή σωτηρία σας.
21 Ἀλλά ἐνῶ ἐγώ χύνω τό αἷμα μου γιά σᾶς, νά, τό χέρι αὐτοῦ πού θά μέ παραδώσει στούς ἐχθρούς μου γιά νά θανατωθῶ εἶναι μαζί μου ἐδῶ στό τραπέζι καί βουτᾶ τόν ἄρτο στήν ἴδια πιατέλα πού βουτᾶ καί τό δικό μου χέρι.
22 Ὁ υἱός τοῦ ἀνθρώπου φεύγει βέβαια ἀπό τή ζωή αὐτή σύμφωνα μ’ αὐτό πού ἔχει καθορίσει ἡ θεία βουλή τοῦ ἐπουρανίου Πατρός μου. Ἀλίμονο ὅμως στόν ἄνθρωπο ἐκεῖνο ἀπ’ τόν ὁποῖο θά παραδοθεῖ ὁ υἱός τοῦ ἀνθρώπου στούς σταυρωτές του.
23 Τότε αὐτοί ἄρχισαν νά συζητοῦν μεταξύ τους ποιός ἄραγε ἀπ’ αὐτούς νά ἦταν ἐκεῖνος πού ἔμελλε νά κάνει τήν προδοσία αὐτή.
24 Ἐκτός ἀπό τή συζήτηση αὐτή ἔγινε καί φιλονικία μεταξύ τους γιά τό ποιός ἀπ’ αὐτούς ἄξιζε νά θεωρεῖται ὅτι εἶναι ὁ μεγαλύτερος καί ὁ πιό διακεκριμένος, ὥστε νά ἔχει τήν πρώτη θέση.
25 Ὁ Κύριος ὅμως τούς εἶπε: Οἱ βασιλεῖς τῶν ἐθνῶν καταδυναστεύουν τά ἔθνη μέ τυραννική δύναμη. Καί οἱ ἡγεμόνες τους πού τά ἐξουσιάζουν, ὀνομάζονται ἀπ’ τούς κόλακες εὐεργέτες.
26 Ἐσεῖς ὅμως δέν πρέπει νά εἶστε ὅπως ἐκεῖνοι. Ἀλλά ἐκεῖνος πού πραγματικά εἶναι ὁ μεγαλύτερος καί ὁ πιό διακεκριμένος ἀνάμεσά σας, ἄς γίνει σάν τόν νεότερο, ὁ ὁποῖος λόγῳ τῆς ἡλικίας του ὀφείλει νά ὑπηρετεῖ τούς ἄλλους. Κι ἐκεῖνος πού ἔχει θέση ἐξαιρετική καί προηγεῖται ἀπ’ τούς ἄλλους ὡς ἀρχηγός τους, ἄς τούς ὑπηρετεῖ ὡς δοῦλος τους.
27 Σ’ αὐτό σᾶς ἔδωσα ἐγώ τό παράδειγμα. Διότι ποιός εἶναι ἀνώτερος; Ἐκεῖνος πού κάθεται στό τραπέζι καί τρώει, ἤ ἐκεῖνος πού στέκεται ὄρθιος καί ὑπηρετεῖ; Δέν εἶναι ἀνώτερος αὐτός πού κάθεται; Βεβαίως. Κι ὅμως ἐγώ, καί τώρα πού σᾶς ἔπλυνα τά πόδια καί πάντοτε στό παρελθόν, εἶμαι ἀνάμεσά σας ὡς ὑπηρέτης πού σᾶς διακονεῖ.
28 Δέν σᾶς τά λέω ὅμως αὐτά γιά νά σᾶς ἀποδοκιμάσω καί νά σᾶς ἀποκηρύξω, ἀλλά γιά νά σᾶς δείξω ποῦ θά βρεῖτε τό πραγματικό μεγαλεῖο. Ἐσεῖς οἱ ἕντεκα σ’ ὅλο τό διάστημα τῆς ζωῆς μου μείνατε μαζί μου στίς δοκιμασίες μου καί δέν κλονισθήκατε ἀπ’ αὐτές.
29 Κι ἐγώ, γιά νά ἀνταμείψω τήν ἀφοσίωση πού δείξατε σέ μένα, σᾶς ὑπόσχομαι νά σᾶς δώσω βασιλεία. Ἐπειδή ὁ Πατέρας μου μοῦ ἔδωσε τό βασιλικό ἀξίωμα, ἔχω τήν ἐξουσία νά σᾶς τό δώσω καί σέ σᾶς.
30 Θά λάβετε τό βασιλικό αὐτό ἀξίωμα πού σᾶς ὑπόσχομαι, γιά νά ἔχετε τό δικαίωμα νά τρῶτε καί νά πίνετε στό τραπέζι μου, νά ἀπολαμβάνετε δηλαδή στή βασιλεία μου τά αἰώνια ἀγαθά, ζώντας σέ στενή σχέση καί κοινωνία μέ μένα. Κι ἐπιπλέον θά καθίσετε πάνω σέ θρόνους γιά νά ἀσκεῖτε βασιλική ἐξουσία καί νά δικάζετε τίς δώδεκα φυλές τοῦ νέου Ἰσραήλ τῆς χάριτος.
31 Μήν ὑπερηφανευθεῖτε ὅμως ἀπό τόν ἔπαινό μου αὐτόν καί τίς ὑποσχέσεις πού σᾶς ἔδωσα. Ἔχετε παραμείνει πιστοί καί ἀφοσιωμένοι σέ μένα λόγῳ τῆς χάριτος καί τῆς προστασίας τοῦ Θεοῦ. Πράγματι. Σίμων, Σίμων, ἰδού ὁ σατανάς, ὅπως ἄλλοτε γιά τόν Ἰώβ, ἔτσι καί γιά σᾶς τώρα ζήτησε νά σᾶς ταράξει καί νά σᾶς κλονίσει, ὅπως κοσκινίζεται καί σείεται τό σιτάρι μέσα στό κόσκινο.
32 Ἐγώ ὅμως προσευχήθηκα γιά σένα καί παρακάλεσα νά μή χάσεις τήν πίστη σου. Κι ἐσύ, ὅταν κάποτε ἐπιστρέψεις μέ τή μετάνοια καί ἀποκατασταθεῖς στό ἀξίωμά σου, γίνε στούς ἀδελφούς σου ὑπόδειγμα μετανοίας καί πίστεως, ὥστε κι αὐτοί νά στηρίζονται καί νά παρηγοροῦνται τόσο μέ τά λόγια σου ὅσο καί μέ τό παράδειγμά σου.
33 Ἀλλά ὁ Πέτρος τοῦ εἶπε: Κύριε, μαζί σου εἶμαι ἕτοιμος νά πάω καί στή φυλακή, ἀκόμη καί στό θάνατο.
34 Ὁ Κύριος ὅμως τοῦ εἶπε: Σέ βεβαιώνω, Πέτρε· δέν θά λαλήσει ὁ πετεινός τά ξημερώματα τῆς σημερινῆς ἡμέρας, προτοῦ μέ ἀπαρνηθεῖς τρεῖς φορές καί βεβαιώσεις ὅτι δέν μέ γνωρίζεις.
35 Καί προαναγγέλλοντας στούς μαθητές ὅτι στό μέλλον ἡ πίστη ὅλων θά δοκιμαζόταν, τούς εἶπε: Ὅταν στήν πρώτη σας περιοδεία σᾶς ἔστειλα χωρίς χρήματα καί χωρίς ταξιδιωτικό σάκο καί ὑποδήματα, μήπως στερηθήκατε τίποτε; Κι αὐτοί ἀπάντησαν: Ὄχι. Δέν στερηθήκαμε τίποτε.
36 Τούς εἶπε λοιπόν: Τώρα ὅμως τά πράγματα ἄλλα-ξαν. Καί πρέπει νά ὁπλισθεῖτε μέ σύνεση καί νά ἔχετε πάντοτε στό νοῦ σας ὅτι περικυκλώνεστε ἀπό ἐχθρούς. Τώρα ἐκεῖνος πού ἔχει πορτοφόλι ἄς τό πάρει μαζί του, γιά νά ἔχει χρήματα νά ἀγοράσει τά ἀναγκαῖα γιά τή συντήρησή του. Τό ἴδιο ἄς κάνει κι αὐτός πού ἔχει σάκο· ἄς τόν πάρει μαζί του γεμάτο μέ τρόφιμα. Δέν θά βρεῖτε πλέον τήν πρόθυμη φιλοξενία καί ὑποδοχή πού συναντήσατε στήν πρώτη περιοδεία σας. Κι ἐκεῖνος πού δέν ἔχει μαχαίρι, ἄς πουλήσει καί τό ἴδιο τό ροῦχο του κι ἄς ἀγοράσει. Δέν θέλω νά πῶ μ’ αὐτό ὅτι σᾶς ἐπιτρέπω νά ἀντιτάσσετε βία στή βία· οὔτε ὅτι ἔχετε δικαίωμα μέ τό μαχαίρι νά ἐπιδιώξετε τή διάδοση τοῦ Εὐαγγελίου. Ἁπλῶς μέ ζωηρή εἰκόνα θέλω νά σᾶς παραστήσω ὅτι ὁ καιρός αὐτός εἶναι καιρός διωγμοῦ καί ὅτι θά ἀντιμετωπίσετε θανατηφόρες ἐπιβουλές καί ἐχθρότητες.
37 Τώρα λοιπόν ἦλθαν καιροί διωγμῶν καί ἐπιβουλῶν. Κι αὐτό ἀποδεικνύεται ἀπ’ ὅσα θά μοῦ συμβοῦν σέ λίγο. Διότι σᾶς λέω ὅτι μαζί μέ τόσα ἄλλα πού ἐκπληρώθηκαν, πρέπει νά ἐκπληρωθεῖ καί νά ἐπαληθευθεῖ σέ μένα κι αὐτό πού ἔχει γραφεῖ στόν προφήτη Ἡσαΐα. Δηλαδή τό ≪καί μεταξύ τῶν ἀνόμων καί κακούργων συγκαταλέχθηκε, γιά νά τιμωρηθεῖ μαζί μ’ αὐτούς ὡς ἄνομος≫. Καί πρέπει νά ἐπαληθευθεῖ καί ὁ προφητικός αὐτός λόγος στό πρόσωπό μου, διότι ὅσα γράφτηκαν καί προφητεύθηκαν γιά μένα, τώρα ὁλοκληρώνονται καί πραγματοποιοῦνται πλήρως.
38 Οἱ μαθητές ὅμως δέν κατάλαβαν τή σημασία τῶν λόγων αὐτῶν τοῦ Κυρίου καί τοῦ εἶπαν: Κύριε, νά, ἐδῶ ὑπάρχουν δύο μαχαίρια. Καί ὁ Κύριος τούς εἶπε: Δέν καταλαβαίνετε τί σᾶς λέω. Φτάνει λοιπόν. Ἄς μήν ἐκτεινόμαστε σέ περισσότερη συζήτηση.
39 Ὕστερα ὁ Ἰησοῦς βγῆκε καί πῆγε, ὅπως συνήθιζε, στό ὄρος τῶν Ἐλαιῶν. Τόν ἀκολούθησαν ἐκεῖ καί οἱ μαθητές του.
(Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ - ΜΕ ΣΥΝΤΟΜΗ ΕΡΜΗΝΕΙΑ - ΕΚΔΟΣΙΣ «ΑΔΕΛΦΟΤΗΣ ΘΕΟΛΟΓΩΝ ¨Ο ΣΩΤΗΡ¨»)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου