Σελίδες

Τρίτη 14 Μαρτίου 2023

Αγιογραφικό ανάγνωσμα



Παροιμιῶν τὸ Ἀνάγνωσμα
(Κεφ. Γ', 34 - Δ', 22)
Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Δόξαν σοφοὶ κληρονομήσουσιν, οἱ δὲ ἀσεβεῖς ὕψωσαν ἀτιμίαν. Ἀκούσατε παῖδες παιδείαν πατρός, καὶ προσέχετε γνῶναι ἔννοιαν. Δῶρον γὰρ ἀγαθὸν δωροῦμαι ὑμῖν, τὸν ἐμὸν λόγον μὴ ἐγκαταλίπητε. Υἱὸς γὰρ ἐγενόμην κᾀγώ, πατρὶ ὑπήκοος, καὶ ἀγαπώμενος ἐν προσώπῳ μητρός. Οἳ ἐδίδασκόν με, καὶ ἔλεγον· Ἐρειδέτω ὁ ἡμέτερος λόγος εἰς σὴν καρδίαν, φύλασσε ἐντολάς, μὴ ἐπιλάθῃ. Κτῆσαι σοφίαν, κτῆσαι σύνεσιν, μὴ ἐπιλάθῃ, μηδὲ παρίδῃς ῥῆσιν ἐμοῦ στόματος, μηδὲ ἐκκλίνῃς ἀπὸ ῥημάτων στόματός μου. Μὴ ἐγκαταλίπῃς αὐτήν, καὶ ἀνθέξεταί σου, ἐράσθητι αὐτῆς, καὶ τηρήσει σε. Ἀρχὴ σοφίας, κτῆσαι σοφίαν, καὶ ἐν πάσῃ κτήσει σου κτῆσαι σύνεσιν. Περιχαράκωσον αὐτήν, καὶ ὑψώσει σε, τίμησον αὐτήν, ἵνα σε περιλάβῃ, καὶ ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων, στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσῃ σου. Ἄκουε υἱέ, καὶ δέξαι ἐμοὺς λόγους, καὶ πληθυνθήσεταί σοι ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου. Ὁδοὺς γὰρ σοφίας διδάσκων σε, ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς. Ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεταί σου τὰ διαβήματα, ἐὰν δὲ τρέχῃς, οὐ κοπιάσεις, Ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου. Ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων. Ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσι, μὴ ἐπέλθῃς ἐκεῖ, ἔκκλινον δὲ ἀπ' αὐτῶν, καὶ παράλλαξον. Οὐ γὰρ μὴ ὑπνώσουσιν, ἐὰν μὴ κακοποιήσωσιν, ἀφήρηται ὁ ὕπνος ἀπ' αὐτῶν, καὶ οὐ κοιμῶνται. Οἳ δὲ γάρ σιτοῦνται σῖτα ἀσεβείας, οἴνῳ δὲ παρανόμῳ μεθύσκονται. Αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι, προπορεύονται καὶ φωτίζουσιν, ἕως ἂν κατορθώσῃ ἡμέρα. Αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί, οὐκ οἴδασι πῶς προσκόπτουσιν. Υἱέ, ἐμῇ ῥήσει πρόσεχε, τοῖς δὲ ἐμοῖς λόγοις παράβαλλε σὸν οὖς. Ὅπως μὴ ἐκλίπωσί σε αἱ πηγαὶ σου, φύλασσε αὐτὰς ἐν σῇ καρδίᾳ. Ζωὴ γάρ ἐστι πᾶσι τοῖς εὑρίσκουσιν αὐτάς, καὶ πάσῃ τῇ σαρκὶ αὐτῶν ἴασις.

 ΕΡΜΗΝΕΙΑ (κ. Ἰωάννου Κολιτσάρα)
34.  Ὁ Κύριος ἀντιτάσσεται ἐναντίον τῶν ὑπερηφάνων, εἰς δέ τούς ταπεινούς δίδει τήν εὐμένειαν καί προστασίαν του.
35. Οἱ κατά Θεόν σοφοί θά κληρονομήσουν καί θά ἀποκτήσουν δόξαν παρά Θεοῦ καί ἀνθρώπων. Ἀντιθέτως ὅμως οἱ ἀσεβεῖς θά συσσωρεύσουν εἰς βάρος των φανερόν τόν ἐξευτελισμόν καί τήν καταισχύνην.
ΚΕΦΑΛΑΙΟ Δ΄
1. Παιδιά μου, ἀκοῦστε μέ προσοχήν τήν διδασκαλίαν τοῦ πατρός σας καί προσέχετε, ὥστε νά ἐννοῆτε τό ὀρθόν εἰς κάθε πτερίστασιν.
2. Διότι ἐγώ χαρίζω πνευματικήν δωρεάν καί ἐντολήν, κατ' ἐξοχήν ὠφέλιμον εἴς σᾶς· νά μή ἀφήσετε πότε τόν θεῖον νόμον.
3. Διότι καί ἐγώ ἤμουνα, κάποτε παιδί ὑπάκουον στόν πατέρα μου καί ἀγαπητόν εἰς τήν μητέρα μου.
4. Αὐτοί οἱ γονεῖς μου μέ ἐδίδασκαν καί μέ συνεβούλευαν. Ἄς ἐντυπωθῆ ὁ λόγος μας εἰς τήν καρδίαν σου. Φύλασσε πάντοτε τάς ἐντολάς τοῦ Θεοῦ. Μή τάς λησμονήσης ποτέ.
5. Μή παραβλέψης καί μή ἀδιαφορήσης εἰς τά στοργικά λόγια τοῦ στόματος ἐμοῦ τοῦ πατρός σου.
6. Μή ἐγκαταλείψης ποτέ αὐτήν τήν διδασκαλίαν μου καί αὐτή θά σέ ὑποστηρίξη, ὥστε νά μή πέσης. Ἀγάπησε μέ πάθος αὐτήν καί αὐτή θά σέ προφυλάξη ἀπό πτώσεις καί κινδύνους.
8. Περιφρούρησέ την, κράτησέ την ἀνόθευτον καί ἀσφαλῆ καί αὐτή θά σέ δοξάση. Τίμησέ την καί αὐτή θά σέ περιλάβη εἰς τήν ἀγκάλην της μέ στοργήν,
9. διά νά χαρίση στό κεφάλι σου στέφανον ἀπό χάριτας καί ἀρετάς. Αὐτό δέ τό στεφάνι, θά εἶναι χαρά καί εὐχαρίστησις διά σέ, θά σέ ὑπερασπίζη καί θά σέ προστατεύη εἰς ὅλην σου τήν ζωήν”.
10. Καί ἡ σοφία προσθέτει· Ἄκουσε, παιδί μου, καί δέξαι τά λόγιά μου καί τά ἔτη τῆς ζωῆς σου θά πληθυνθοῦν. Θά ἀνοιχθοῦν δέ ἐνώπιόν σου πολλοί δρόμοι, τρόποι ζωῆς εὐτυχισμένης καί εἰρηνικῆς.
11. Διότι ἐγώ θά σέ διδάξω σοφούς τρόπους καί πορείας τῆς ζωῆς σου καί θά σέ βάζω νά προχωρῆς πάντοτε εἰς δρόμους εὐθεῖς, ὁμαλούς καί ἀσφαλεῖς.
12. Ὅταν δέ προχωρῆς ἔτσι εἰς τήν ζωήν σου, δέν θά ἐμποδίζωνται τά βήματά σου, θά βαδίζης μέ ἄνεσιν. Ἐάν δέ καί τρέχης εἰς ὑπερπήδησιν ἐμποδίων, δέν θά κοπιάσης.
13. Κράτησε καλά καί κάμε κτῆμα σου τήν ἰδικήν μου παιδαγωγίαν καί μή τήν ἀφήσης, ἀλλά φύλαξέ την πρός τό συμφέρον σου, διά νά ἔχης μακράν καί εὐτυχισμένην ζωήν.
14. Μή ἀκολουθήσης τούς δρόμους καί τούς τρόπους τῆς συμπεριφορᾶς τῶν ἁμαρτωλῶν, οὔτε νά ζηλέψης τάς ὁδούς τῶν παρανόμων.
15. Μή μεταβῆς εἰς τόπον, ὅπου αὐτοί θά κατασκηνώσουν, ἀλλά λοξοδρόμησε μακράν ἀπό αὐτούς καί στρέψε ἀλλοῦ τήν πορείαν τῆς ζωῆς σου.
16. Διότι οἱ ἀσεβεῖς δέν θά κλείσουν μάτι, ἐάν δέν κάμουν τό κακόν. Ἐξ αἰτίας τῶν ἐλέγχων τῆς συνειδήσεώς των καί τῆς νοσηρᾶς ἐπιθυμίας των διά τό κακόν, ὁ ὕπνος ἔχει χαθῆ ἀπό αὐτούς καί δέν κοιμῶνται.
17. Διότι αὐτοί τρώγουν τροφάς, τάς ὁποίας ἀπέκτησαν μέ ἀδικίας, καί μεθύουν μέ κρασί, τό ὁποῖον ἐπῆραν μέ τάς παρανομίας των.
18. Ἐξ ἀντιθέτου ὅμως ἡ ζωή καί ἡ συμπεριφορά τῶν δικαίων καί ἐναρέτων ἀνθρώπων εἶναι ὁλόλαμπρος ὡσάν τό φῶς. Βαδίζουν ἐμπρός οἱ δίκαιοι καί φωτίζουν μέ τό παράδειγμά των καί μέ τά λόγια των πάντοτε, ἕως ὅτου ἔλθη ἡ ἡμέρα τῆς πλήρους λαμπρότητος καί δόξης των.
19. Οἱ δρόμοι ὅμως καί ἡ συμπεριφορά τῶν ἀσεβῶν εἶναι σκοτεινοί καί σκοντάπτουν αὐτοί συνεχῶς, χωρίς καί οἱ ἴδιοι νά καταλάβουν πῶς.
20. Παιδί μου, πρόσεχε εἰς τά λόγια μου. Πλησίασε καί βάλε τό αὐτί σου κοντά στούς λόγους μου,
21. διά νά μή στειρεύσουν καί χαθοῦν αἵ ζωογόνοι αὐταί τῶν λόγων μου πηγαί σου, φύλαξε αὐτάς ὡς πολύτιμον θησαυρόν εἰς τήν καρδίαν σου,
22. διότι αἱ ζωογόνοι αὐταί πηγαί τῆς θείας ἀληθείας καί σοφίας γίνονται αἰτία εὐτυχισμένης ζωῆς εἰς ἐκείνους, πού τάς εὑρίσκουν, καί ἀποβαίνουν διά πάντα ἄνθρωπον ριζική καί ἀποτελεσματική θεραπεία ἀπό κάθε κακόν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου