Σελίδες

Τετάρτη 27 Απριλίου 2022

Αγιογραφικό ανάγνωσμα



ΚΑΤΑ ΙΩΑΝΝΗΝ Α´ 35 - 52
35 Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο, 36 καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ. 37 καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ. 38 στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς· 39 Τί ζητεῖτε; οἱ δὲ εἶπον αὐτῷ· Ραββί· ὃ λέγεται μεθερμηνευόμενον Διδάσκαλε· ποῦ μένεις; 40 λέγει αὐτοῖς· Ἔρχεσθε καὶ ἵδετε. ἦλθαν οὖν καὶ εἶδον ποῦ μένει, καὶ παρ’ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη. 41 Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ· 42 εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· Εὑρήκαμεν τὸν Μεσσίαν· ὅ ἐστιν μεθερμηνευόμενον Χριστός· 43 καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν· Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ· σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. 44 Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. 45 ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. 46 εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· Ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. 47 καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· Ἔρχου καὶ ἴδε. 48 εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστι. 49 λέγει αὐτῷ Ναθαναήλ· Πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. 50 ἀπεκρίθη Ναθαναήλ καὶ λέγει αὐτῷ· Ραββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. 51 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψῃ. 52 καὶ λέγει αὐτῷ· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.

Νεοελληνική απόδοση:
Κατὰ τὴν ἄλλην ἡμέραν ἔστεκε πάλιν ὁ Ἰωάννης εἰς τὸ συνηθισμένον μέρος, ποὺ ἐκήρυττε, καὶ μαζί του ἦσαν καὶ δύο ἀπὸ τοὺς μαθητάς του. 36 Κατὰ τὴν ἄλλην ἡμέραν ἔστεκε πάλιν ὁ Ἰωάννης εἰς τὸ συνηθισμένον μέρος, ποὺ ἐκήρυττε, καὶ μαζί του ἦσαν καὶ δύο ἀπὸ τοὺς μαθητάς του. 37 Καὶ οἱ δύο μαθηταὶ ἤκουσαν αὐτὸν νὰ λέγῃ ταῦτα καὶ ἠκολούθησαν τὸν Ἰησοῦν. 38 Ἔστρεψε δὲ ὀπίσω ὁ Ἰησοῦς καὶ ὅταν τοὺς εἶδε νὰ τὸν ἀκολουθοῦν σιωπηλοὶ παρ’ ὅλον τὸν πόθον, ποὺ εἶχαν νὰ τοῦ ὁμιλήσουν, τοὺς εἶπε· 39 Τί θέλετε καὶ τί ζητεῖτε ἀπὸ ἐμέ; Ἐκεῖνοι δὲ τοῦ εἶπαν· Ραββί, (τὸ ὁποῖον ὅταν μεταφρασθῇ σημαίνει διδάσκαλε), ποὺ μένεις, διὰ νὰ σὲ ἐπισκεφθῶμεν ἐκεῖ καὶ συνομιλήσωμεν; 40 Εἶπε πρὸς αὐτούς· Ἐλᾶτε τώρα καὶ ἴδετε, ποὺ μένω. Ἦλθον λοιπὸν καὶ εἶδον ποὺ μένει. Καὶ παρέμειναν πλησίον του τὴν ἡμέραν ἐκείνην. Ἡ ὥρα δέ, ποὺ συνήντησαν τὸν Ἰησοῦν οἱ δύο μαθηταί, ἦτο περίπου δέκα ἀπὸ τὴν ἀνατολὴν τοῦ ἡλίου, δηλαδὴ τέσσαρες τὸ ἀπόγευμα. 41 Ἕνας δὲ ἀπὸ τοὺς δύο αὐτοὺς μαθητάς, ποὺ ἤκουσαν ἀπὸ τὸν Ἰωάννην τὰ ὅσα εἶπε περὶ τοῦ Ἰησοῦ καὶ ἠκολούθησαν αὐτόν, ἦτο ὁ Ἀνδρέας, ὁ ἀδελφὸς τοῦ Σίμωνος Πέτρου. 42 Προτοῦ δὲ καὶ ὁ ἄλλος μαθητὴς εὕρῃ τὸν ἀδελφόν του, εὑρίσκει ὁ Ἀνδρέας πρῶτος τὸν ἀδελφὸν τοῦ Σίμωνα καὶ λέγει πρὸς αὐτόν· Εὑρήκαμεν τὸν Μεσσίαν, (ὄνομα ποὺ μεταφράζεται εἰς τὴν Ἑλληνικὴν Χριστός). 43 Καὶ μολονότι εἶχεν ἀρχίσει πλέον νὰ νυκτώνῃ, τὸν ἔφερε κατὰ τὴν αὐτὴν ἡμέραν εἰς τὸν Ἰησοῦν. Καὶ ὁ Ἰησοῦς τὸν ἐκύτταξε μὲ βλέμμα ἐρευνητικὸν καὶ εὐμενὲς καὶ τοῦ εἶπε· Σὺ εἶσαι ὁ Σίμων, ὁ υἱὸς τοῦ Ἰωνᾶ· σὺ λόγῳ τοῦ ὅτι θὰ γίνῃς σὰν πέτρα στερεὸς εἰς τὴν πίστιν, θὰ ὀνομασθῇς Κηφᾶς (τὸ ὁποῖον μεταφράζεται Πέτρος). 44 Τὴν ἄλλην ἡμέραν ἀπεφάσισεν ὁ Ἰησοῦς νὰ ἀναχωρήσῃ εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει τὸν Φίλιππον καὶ τοῦ λέγει· Ἀκολούθησέ με εἰς τὸ ταξίδιον, τὸ ὁποῖον πρόκειται νὰ κάμω. 45 Ἦτο δὲ ὁ Φίλιππος ἀπὸ τὴν Βησθαϊδά, ἀπὸ τὴν πατρίδα τοῦ Ἀνδρέου καὶ τοῦ Πέτρου. 46 Εὑρίσκει ἐν τῷ μεταξὺ ὁ Φίλιππος τὸν Ναθαναὴλ καὶ εἶπε πρὸς αὐτόν· Ἐκεῖνον, διὰ τὸν ὁποῖον ἔγραψεν ὁ Μωϋσῆς εἰς τὸν νόμον καὶ τὸν ὁποῖον προανήγγειλαν οἱ προφῆται, τὸν εὑρήκαμεν. Καὶ αὐτὸς εἶναι ὁ Ἰησοῦς, ὁ υἱὸς τοῦ Ἰωσήφ, καὶ κατάγεται ἀπὸ τὴν Ναζαρέτ. 47 Ἀλλ’ ὁ Ναθαναὴλ εἶπε πρὸς αὐτόν· Ἀπὸ τὴν Ναζαρέτ, τὸ κακὸ καὶ ἄσημον αὐτὸ χωριό, μπορεῖ νὰ βγῇ τίποτε καλόν; Λέγει πρὸς αὐτὸν ὁ Φίλιππος· Ἔλα καὶ ὅταν τὸν ἴδῃς μὲ τὰ μάτια σου, θὰ πεισθῇς. 48 Εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ νὰ ἔρχεται πρὸς αὐτὸν καὶ λέγει δι’ αὐτόν· Νὰ ἕνας γνήσιος καὶ πραγματικὸς Ἰσραηλίτης, εἰς τὸν ὁποῖον δὲν ὑπάρχει πονηρία καὶ ἀνειλικρίνεια, ἀλλ’ ὁ ὁποῖος μὲ εὐθύτητα ποθεῖ νὰ ἀνεύρῃ τὴν ἀλήθειαν. 49 Λέγει εἰς αὐτὸν ὁ Ναθαναήλ· Ἀπὸ ποὺ μὲ γνωρίζεις; Καὶ πῶς εἶσαι πληροφορημένος περὶ τῆς εἰλικρινείας τῶν ἀποκρύφων σκέψεων καὶ ἐλατηρίων μου; Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ τοῦ εἶπε· Προτοῦ νὰ σὲ φωνάξῃ ὁ Φίλιππος, ὅταν μακρὰν ἀπὸ κάθε μάτι ἀνθρώπου ἦσο κάτω ἀπὸ τὴν συκῆν καὶ προσηύχεσο, ἐγὼ μὲ τὸ ὑπερφυσικὸν καὶ θεῖον μάτι μου σὲ εἶδα. 50 Ἀπεκρίθη τότε ὁ Ναθαναὴλ καὶ τοῦ εἶπε· Διδάσκαλε, πράγματι σὺ εἶσαι ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ εἶσαι ὁ βασιλεὺς τοῦ Ἰσραήλ, ποὺ ἐπεριμέναμε σύμφωνα μὲ τὰς προφητείας. 51 Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ τοῦ εἶπεν· Ἐπειδὴ σοῦ εἶπα, ὅτι σὲ εἶδα κάτω ἀπὸ τὴν συκῆν, πιστεύεις; Θὰ ἴδῃς μεγαλύτερα καὶ θαυμαστότερα ἀπὸ αὐτά. 52 Καὶ λέγει εἰς αὐτόν· Ἐν πάσῃ ἀληθείᾳ σᾶς διαβεβαιῶ, ὅτι ἀπὸ τώρα, ποὺ ἤνοιξε κατὰ τὴν βάπτισίν μου ὁ οὐρανός, θὰ τὸν ἴδετε καὶ σεῖς ἀνοιγμένον καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ να ἀνεβαίνουν καὶ νὰ κατεβαίνουν ἐπὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, ποὺ ἔγινε καὶ τέλειος ἄνθρωπος καὶ ὡς υἱὸς τοῦ ἀνθρώπου εἶναι μοναδικὸς ἀντιπρόσωπος τοῦ ἀνθρωπίνου γένους καὶ πρόκειται νὰ ἔλθῃ πάλιν κριτὴς ἔνδοξος καθήμενος ἐπὶ τῶν νεφελῶν. Θὰ ἀνεβαίνουν δὲ καὶ θὰ κατεβαίνουν οἱ ἄγγελοι διὰ νὰ ὑπηρετοῦν αὐτὸν καὶ τὴν Ἐκκλησίαν του.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου